호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πραττομένων δὲ τούτων ὁ Ἀλκιβιάδησ οὔτε πρὸσ ἡσυχίαν εὖ πεφυκώσ, καὶ τοῖσ Λακεδαιμονίοισ ἀχθόμενοσ ὅτι τῷ Νικίᾳ προσέκειντο καὶ προσεῖχον, αὐτὸν δ’ ὑπερεώρων καὶ κατεφρόνουν, ἐν ἀρχῇ μὲν εὐθὺσ ὑπεναντιωθεὶσ τῇ εἰρήνῃ καὶ ἀντιστὰσ οὐδὲν ἐπέραινεν, ὀλίγῳ δ’ ὕστερον ὁρῶν οὐκ ἔτι τοῖσ Ἀθηναίοισ ὁμοίωσ ἀρέσκοντασ τοὺσ Λακεδαιμονίουσ, ἀλλ’ ἀδικεῖν δοκοῦντασ ὅτι Βοιωτοῖσ ἔθεντο συμμαχίαν καὶ Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν οὐδ’ Ἀμφίπολιν, ἐπεφύετο ταῖσ αἰτίαισ καὶ παρώξυνε τὸν δῆμον ἐφ’ ἑκάστῃ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기