호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔθα δ αὐτῷ συνέβη τῶν οἰκείων δύο νεκροὺς ἀπολιπεῖν διαλαθόντας περὶ τὴν ἀναίρεσιν. ὡς οὖν τοῦτ ἔγνω, τάχιστα τὸν στόλον ἐπιστήσας ἔπεμψε κήρυκα πρὸς τοὺς πολεμίους περὶ ἀναιρέσεως. καίτοι κατὰ νόμον τινὰ καὶ συνήθειαν ἐδόκουν οἱ νεκρῶν ὑποσπόνδων λαβόντες ἀναίρεσιν ἀπολέγεσθαι τὴν νίκην, καὶ τρόπαιον ἱστάναι τοὺς τούτου τυχόντας οὐκ ἔνθεσμον ἦν: νικᾶν γὰρ τοὺς κρατοῦντας, μὴ κρατεῖν δὲ τοὺς αἰτοῦντας, ὡς λαβεῖν μὴ δυναμένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기