호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφοριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφοριασάσας ἐπιγράφει.? ἐν ταύτῃ ὁ κωμικὸς μέμνηται Πεπαρηθίου οἴνου: οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον, οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον, οὐδ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον. Εὔβουλος: ὁ Λευκάδιος πάρεστι καὶ μελίττιος οἰνίσκος οὕτω πότιμος. Ἀρχεστράτου τοῦ δειπνολόγου: εἶθ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε, ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.
τὸν τ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ: οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς, εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι μᾶλλον ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον: :
πινόμενος δ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ, δέ. εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι, ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος, οὐ προσέχω τὸν νοῦν αὐτοῖς ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὡρ´αις, οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ ὀνομῆναι: ἀλλ οὐδὲν τἄλλ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον. ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ αὑτοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기