호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πίνδαρος δ ἐν τῇ εἰς Ιἕρωνα Πυθικῇ ᾠδῇ ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν.? Σκύριαι δ ἐς ἄμελξιν γάλακτος αἶγες ἐξοχώταται: ὅπλα δ ἀπ Ἄργεος, ἁρ´μα Θηβαῖον, ἀλλ ἀπὸ τῆς ἀγλαοκάρπου Σικελίας ὄχημα δαιδάλεον ματεύειν. Κριτίας δὲ οὕτως: κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. εἶτα δ ὄχος Σικελὸς κάλλει δαπάνῃ τε κράτιστος. Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα. εὐναίου δὲ λέχους κάλλος ἔχει Μίλητός τε Χίος τ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ. Φοίνικες δ εὑρ῀ον γράμματα ἀλεξίλογα. Θήβη δ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη:
φορτηγοὺς δ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τ ἔκγονον εὑρ῀ε, κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον. καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. "Κνίδια κεράμια, Σικελικὰ βατάνια, Μεγαρικὰ πιθάκνια. Ἀντιφάνης δέ:
καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον Σαμοθρᾴχκιον καὶ καυλὸν ἐκ Καρχηδόνος καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων ὀρίγανόν τε Τενέδιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기