호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι.? αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι. καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι. ταῦτα μὲν ἐντεῦθεν: ἐκ δ Αἰγύπτου τὰ κρεμαστὰ ἱστία καὶ βίβλους: ἀπὸ δ αὖ Συρίας λιβανωτόν: ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν: ἡ ῾ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους. αὐτάρ ἀπ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα: ἀνδράποδ ἐκ Φρυγίας, ἀπὸ δ Ἀρκαδίας ἐπικούρους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기