- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 49

(아테나이오스, The Deipnosophists, book 1, chapter 49)

ὅτι Ἀντιφάνης που ὁ χαρίεις τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει:? ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης, Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα, ἰχθῦς Σικυῶνος, Αἰγίου δ αὐλητρίδες, τυρὸς Σικελικός, , μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι. Ἕρμιππος δ οὕτως: ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ: οἴνοπα πόντον, ὅσσ1 ἀγάθ ἀνθρώποις δεῦρ ἤγαγε νηὶ μελαίνῃ. ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον ἐκ δ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη: ἐκ δ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια: καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι: καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς. αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι.

αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι. καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι. ταῦτα μὲν ἐντεῦθεν: ἐκ δ Αἰγύπτου τὰ κρεμαστὰ ἱστία καὶ βίβλους: ἀπὸ δ αὖ Συρίας λιβανωτόν: ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν: ἡ ῾ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους. αὐτάρ ἀπ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα: ἀνδράποδ ἐκ Φρυγίας, ἀπὸ δ Ἀρκαδίας ἐπικούρους. τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσι:

τὰ γάρ τ ἀναθήματα δαιτός: Φοινίκη δ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION