- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 42

(아테나이오스, The Deipnosophists, book 1, chapter 42)

"νικώμενοι ἐπ ἐλάχιστον ἀναπίπτουσι.? Κρατῖνος δ ἐπὶ ἐρετῶν χρᾶται τῇ λέξει: "ῥοθίαζε κἀνάπιπτε. καὶ Ξενοφῶν ἐν Οἰκονομικῷ: "διὰ τί ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐρέται, : "ἢ ὅτι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δὲ ἀναπίπτουσιν,: ἀνακεῖσθαι δέ φαμεν ἐπὶ ἀνδριάντος: ὅθεν τοὺς ἐπὶ κατακειμένων χρωμένους τῇ λέξει διέσυρον. ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν ἂν λάβοι οὔτε ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἂν ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον. Δίφιλος: ἐγὼ δ ἑώς μέν τινος ἀνεκείμην: "ἀνάκεισο. Φιλιππίδης: καὶ δειπνῶν ἀεὶ ι ἀνακείμενος παρ αὐτόν, καὶ ἐπάγει: πότερον ἀνδριάντας εἱστία· κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν Συμποσίοις Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις: ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως τὸ ἀνακεῖσθαι.

σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν ἐπικαιόμενος τῷ Ἡρακλεῖ: ἀνακειμένῳ μέσον εἰς τὸν αὐχέν εἰσαλοίμην. Ἀριστοτέλης ἐν Τυρρηνῶν Νομίμοις: "οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ. Θεόπομπος ἐπίνομεν μετὰ ταῦτα κατακείμενοι μαλακώτατ: τρικλινίῳ, Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.

Φιλωνίδης: κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι. Εὐριπίδης Κύκλωπι: ἀνέπεσε φάρυγος αἰθέρ ἐξανιεὶς βαρύν. Ἄλεξις: μετὰ ταῦτ ἀναπεσεῖν ἐκέλευον αὐτὴν παρ ἐμέ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION