- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 41

(아테나이오스, The Deipnosophists, book 1, chapter 41)

ὅτι τὸ Μουσεῖον ὁ Φλιάσιος Τίμων ὁ σιλλοαγράφος τάλαρὸν πού φησιν ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους, ὅτι ὥσπερ ἐν πανάγρῳ τινὶ σιτοῦνται καθάπερ οἱ πολυτιμότατοι ὄρνιθες:? πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες Μουσέων ἐν ταλάρῳ. ἑώς ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ τραπεζορήτορες: οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ. καὶ Μνησίθεος δ ὁ Ἀθηναῖος Διόνυσον ἰατρόν φησι τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ δὲ καὶ Ἀλκαῖος ὁ Μιτυληναῖος ποιητής: τέγγε πνεύμονα οἴνῳ: τὸ γὰρ ἄστρον περιτέλλεται: ἡ δ ὡρ´η χαλεπή:

πίνειν φήμ ἐγώ. πάντα δὲ δίψαισ1᾿ ὑπὸ καύματος. καὶ ἀλλαχοῦ: πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται. Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα: πρὸ τοῦ κυνὸς τὸν πνεύμον ἔκλυτον φορῇ. ἡμῖν δ οὐ μόνον ὁ πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ ἡ καρδία. καίτοι Ἀντιφάνης λέγει: τὸ δὲ ζῆν, εἰπέ μοι, τί ἐστι, : ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται, μέγεθος καὶ κάλλος οἱᾶ γίνεται, τὰ δ ἀντιτείνοντ οἱονεὶ δίψαν τινὰ ἢ ξηρασίαν σχόντ αὐτόπρεμν ἀπόλλυται.

οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης: δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν. Εὔβουλος: Σίκων ἐγὼ βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος. β.

πέπωκας οὗτος· ς. πέπωκ ἐγώ, μὰ Δία τὸν Μενδαῖον ὅτι τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς ἐστιν, οἱο῀ν ἀθυμεῖν, ὀλιγοδρανεῖν. Θουκυδίδης α#:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION