- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 30

(아테나이오스, The Deipnosophists, book 1, chapter 30)

τῶν δ ἄλλων ποιητῶν ἔνιοι τὰς καθ αὑτοὺς πολυτελείας καὶ ῥᾳθυμίας ἀνέπεμπον ὡς οὔσας καὶ κατὰ τὰ Τρωικά.? Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύοντας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν ὅδ ἐστὶν ὅς ποτ ἀμφ ἐμοὶ βέλος γελωτοποιόν, τὴν κάκοσμον οὐράνην, ἔρριψεν οὐδ ἥμαρτε: περὶ δ ἐμῷ κάρᾳ πληγεῖσ1 ἐναυάγησεν ὀστρακουμένη, χωρὶς μυρηρῶν τευχέων πνέουσ1 ἐμοί . καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν συνδείπνῳ: ἀλλ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην ἔρριψεν οὐδ ἥμαρτε· περὶ δ ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον. ἐδειματούμην δ οὐ φίλης ὀσμῆς ὕπο. Εὔπολις δὲ τὸν πρῶτον εἰσηγησάμενον τὸ τῆς ἀμίδος ὄνομα ἐπιπλήττει λέγων μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην. πολλὰς δ οἶμαι νῦν βεβινῆσθαι.

ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῴ πιπίνειν, πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ1 εὑρών. εἰε῀ν τίς εἶπεν ἀμίδα παῖ πρῶτος μεταξὺ πίνων· Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφὸν σου. παρ Ὁμήρῳ δὲ οἱ ἀριστεῖς κοσμίως δειπνοῦσιν ἐν Ἀγαμέμνονος. ἀλλ ὠφέλιμοι αἱ φιλοτιμίαι ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. ἀλλ οὐδ ὅτε μνηστῆρας εἰσάγει μεθύοντας, οὐδὲ τότε τοιαύτην ἀκοσμίαν εἰσήγαγεν ὡς Σοφοκλῆς καὶ Αἰσχύλος πεποιήκασιν, ἀλλὰ πόδα βόειον ἐπὶ τὸν Ὀδυσσέα ῥιπτούμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION