- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 29

(아테나이오스, The Deipnosophists, book 1, chapter 29)

ἐτέρποντο, οὐ παρὰ τοῦ μεγάλου Διοδώρου ἢ Θεοδώρου μαθόντες τὴν πεττείαν οὐδὲ τοῦ Μιτυληναίου Λέοντος τοῦ ἀνέκαθεν Ἀθηναίου, ὃς ἀήττητος ἦν κατὰ τὴν πεττευτικήν, ὥς φησι Φαινίας.? Ἀπίων δὲ ὁ Ἀλεξανδρεὺς καὶ ἀκηκοέναι φησὶ παρὰ τοῦ Ἰθακησίου Κτήσωνος τὴν τῶν μνηστήρων πεττείαν οἱά ἦν. "ὀκτὼ γάρ, φησί, καὶ ἑκατὸν ὄντες οἱ μνηστῆρες διετίθεσαν ψήφους ἐναντίας ἀλλήλαις, ἴσας πρὸς ἴσας τὸν ἀριθμόν ὅσοιπερ ἦσαν καὶ αὐτοί. γίνεσθαι οὖν ἑκατέρωθεν δ καὶ πεντήκοντα. "τὸ δ ἀνὰ μέσον τούτων διαλιπεῖν ὀλίγον ἐν δὲ τῷ μεταιχμίῳ τούτῳ μίαν τιθέναι ψῆφον, ἣν καλεῖν μὲν αὐτοὺς Πηνελόπην, σκοπὸν δὲ ποιεῖσθαι εἲ τις βάλλοι ψήφῳ ἑτέρᾳ: "καὶ κληρουμένων τὸν λαχόντα στοχάζεσθαι ταύτης. "εἰ δέ τις τύχοι καὶ ἐκκρούσειε πρόσω τὴν Πηνελόπην, ἀποτίθεσθαι τὴν ἑαυτοῦ εἰς τὴν τῆς βληθείσης καὶ ἐξωσμένης χώραν, ἐν ᾗ πρότερον ἦν καὶ πάλιν στήσαντα τὴν Πηνελόπην ἐν ᾧ τὸ δεύτερον ἐγένετο χωρίῳ ἐντεῦθεν βάλλειν τὴν ἑαυτοῦ. εἰ δὲ τύχοι ἄνευ τοῦ μηδεμιᾶς τῶν ἄλλων ψαῦσαι, νικᾶν καὶ ἐλπίδας ἔχειν πολλὰς γαμήσειν αὐτήν. τὸν δὲ Εὐρύμαχον πλείστας εἰληφέναι ταύτῃ τῇ παιδιᾷ καὶ εὐέλπιν εἶναι τῷ γάμῳ. οὕτω δὲ διὰ τὴν τρυφὴν τὰς χεῖρας οἱ μνηστῆρες ἔχουσιν ἁπαλὰς ὡς μηδὲ τὸ τόξον ἐντεῖναι δύνασθαι.

πολυτελεῖς δ αὐτοῖς καὶ οἱ διακονούμενοι. δυνατωτάτη δὲ παρ Ὁμήρῳ καὶ ἡ τῶν μύρων εὐωδία: οὗ κινυμένου Διὸς ποτὶ χαλκοβατὲς δῶμα ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ ἀυτμή. καὶ στρωμνὰς δὲ οἶδε διαπρεπούσας:

τοιαύτας οὖν Ἀρήτη Ὀδυσσεῖ ὑποστρωννύειν κελεύει, καὶ Νέστωρ αὐχεῖ πρὸς Τηλέμαχον πολλῶν τοιούτων εὐπορεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION