호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐχρῶντο δὲ καὶ αὐλοῖς καὶ σύριγξιν οἱ ἡρ´ωες.? "αὐλῶν συρίγγων τ ἐνοπὴν" ἀκούει. εἰς δὲ τὰ συμπόσια οὐ παρήγαγε: πλὴν ἐν τῇ Ὁπλοποιίᾳ γάμων γινομένων αὐλῶν μνημονεύει. τοῖς δὲ βαρβάροις ἀποδίδωσι τοὺς αὐλούς: παρὰ Τρωσὶ γοῦν ἦν αὐλῶν συρίγγων τ ἐνοπή. ἔσπενδον δὲ ἀπὸ τῶν δείπνων ἀναλύοντες καὶ τὰς σπονδὰς ἐποιοῦντο Ἑρμῇ καὶ οὐχ ὡς ὕστερον Διὶ τελείῳ. δοκεῖ γὰρ Ἑρμῆς ὕπνου προστάτης εἶναι. σπένδουσι δ αὐτῷ καὶ ἐπὶ ταῖς γλώσσαις ἐκ τῶν δείπνων ἀπιόντες. προσνέμονται δ αὐτῷ αἱ γλῶσσαι διὰ τὴν ἑρμηνείαν. οἶδε δ Ὅμηρος καὶ ποικίλας ἐδωδάς:
"ὄψα οἱᾶ ἔδουσι διοτρεφέες βασιλῆες. οἶδε δὲ καὶ πᾶσαν τὴν νῦν πολυτέλειαν. οἴκων μὲν οὖν λαμπρότατος ὁ Μενελάου. τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι οἱάνπερ Πολύβιος Ἴβηρός τινος βασιλέως οἰκίαν ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς. Ὅμηρος δὲ τοπογραφῶν καὶ τὴν Καλυψοῦς οἰκίαν ἐκπλήττει τὸν Ἑρμῆν. ἀπολαυστικὸς δέ ἐστι παρ αὐτῷ καὶ ὁ τῶν Φαιάκων βίος: καὶ τὰ ἑξῆς ἃ ἔπη Ἐρατοσθένης οὕτω γεγράφθαι φησίν:
οὐ γὰρ ἔγωγὲ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κακότητος ἀπούσης, δαιτυμόνες δ ἀνὰ δώματ ἀκουάζωνται ἀοιδοῦ, κακότητος ἀπούσης φάσκων τῆς ἀφροσύνης. ἀδύνατον γὰρ μὴ φρονίμους εἶναι Φαίακας, οἳ μάλα φίλοι εἰσὶ θεοῖσιν, ὡς ἡ Ναυσικάα φησί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기