- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 27

(아테나이오스, The Deipnosophists, book 1, chapter 27)

οἱ Φαίακες δὲ παρ Ὁμήρῳ καὶ ἄνευ σφαίρας ὀρχοῦνται.? ᾿, ἄλλων ἐφεστώτων καὶ ἐπικροτούντων τοῖς λιχανοῖς δακτύλοις, ὅ φησι ληκεῖν. οἶδε δὲ ὁ ποιητὴς καὶ τὴν πρὸς ᾠδὴν ὄρχησιν: Δημοδόκου γοῦν ᾅδοντος κοῦροι πρωθῆβαι ὠρχοῦντο καὶ ἐν τῇ Ὁπλοποιίᾳ δὲ παιδὸς κιθαρίζοντος ἄλλοι ἐναντίοι μολπῇ τε ὀρχηθμῷ τε ἔσκαιρον. ὑποσημαίνεται δὲ ἐν τούτοις ὁ ὑπορχηματικὸς τρόπος, ὃς ἤνθησεν ἐπὶ Ξενοδήμου καὶ Πινδάρου. καί ἐστιν ἡ τοιαύτη ὄρχησις μίμησις τῶν ὑπὸ τῆς λέξεως ἑρμηνευομένων πραγμάτων ἣν παρίστησι γινομένην Ξενοφῶν ὁ καλὸς ἐν τῇ Ἀναβάσει ἐν τῷ παρὰ Σεύθῃ τῷ Θρᾳκὶ συμποσίῳ. φησὶ γοῦν: "ἐπειδὴ σπονδαὶ τε ἐγένοντο καὶ ἐπαιώνισαν, ἀνέστησαν πρῶτοι Θρᾷκες καὶ πρὸς αὐλὸν ὠρχοῦντο σὺν ὅπλοις καὶ ἥλλοντο ὑψηλά τε καὶ κούφως καὶ ταῖς μαχαίραις ἐχρῶντο:

"τέλος δὲ ὁ ἕτερος τὸν ἕτερον παίει, ὡς πᾶσι δοκεῖν πεπληγέναι τὸν ἄνδρα. "ὁ δ ἔπεσε τεχνικῶς πως καὶ πάντες ἀνέκραγον οἱ συνδειπνοῦντες Παφλαγόνες. "καὶ ὁ μὲν σκυλεύσας τὰ ὅπλα τοῦ ἑτέρου ἐξῄει ᾄδων Σιτάλκαν, ἄλλοι δὲ τῶν Θρᾳκῶν τὸν ἕτερον ἐξέφερον ὡς τεθνηκότα: "ἦν δὲ οὐδὲν πεπονθώς. μετὰ τοῦτον Αἰνιᾶνες καὶ Μάγνητες ἀνέστησαν, οἳ ὠρχοῦντο τὴν καρπαίαν καλουμένην ἐν τοῖς ὅπλοις. "ὁ δὲ τρόπος τῆς ὀρχήσεως ἦν ὁ μὲν παραθέμενος τὰ ὅπλα σπείρει καὶ ζευγηλατεῖ πυκνὰ μεταστρεφόμενος ὡς φοβούμενος, λῃστὴς δὲ προσέρχεται: "ὁ δὲ ἐπὰν προίδηται ἁρπάσας τὰ ὅπλα μάχεται πρὸ τοῦ ζεύγους ἐν ῥυθμῷ πρὸς τὸν αὐλόν καὶ τέλος ὁ λῃστὴς δήσας τὸν ἄνδρα τὸ ζεῦγος ἀπάγει, ἐνίοτε δὲ καὶ ὁ ζευγηλάτης τὸν λῃστὴν εἶτα παρὰ τοὺς βοῦς δήσας ὀπίσω τὼ χεῖρε δεδεμένον ἐλαύνει. καί τις, φησί, τὸ Περσικὸν ὠρχεῖτο καὶ κροτῶν τὰς πέλτας ὤκλαζε καὶ ἐξανίστατο:

καὶ ταῦτα πάντα ῥυθμῷ πρὸς τὸν αὐλὸν ἐποίει. καὶ Ἀρκάδες δέ φησίν, ἀναστάντες ἐξοπλισάμενοι ᾔεσαν ἐν ῥυθμῷ πρὸς τὸν ἐνόπλιον ῥυθμὸν αὐλούμενοι καὶ ἐνωπλίσαντο καὶ ὠρχήσαντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION