호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐφρόντιζον δὲ εὐρυθμίας οἱ σφαιρίζοντες.? Δαμόξενος γοῦν φησι: νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν ἴσως ἑκκαίδεκ ἢ ἑπτακαίδεκα, Κῷος: θεοὺς γὰρ φαίνεθ ἡ νῆσος φέρειν. ὃς ἐπεὶ ποτ ἐμβλέψειε τοῖς καθημένοις, ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα πάντες ἐβοῶμεν: "ἡ δ εὐρυθμία, τὸ δ ἦθος, ἡ τάξις δ ὅση. ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο τέρας τι κάλλους, ἄνδρες: οὔτ ἀκήκοα ἔμπροσθεν οὔθ ἑόρακα τοιαύτην χάριν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기