- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 23

(아테나이오스, The Deipnosophists, book 1, chapter 23)

ἑκάστῳ δὲ τῶν δαιτυμόνων παρ Ὁμήρῳ παράκειται ποτήριον.? "πιεῖν ὅτε θυμὸς ἀνώγοι. ἐπιστέφονται δὲ ποτοῖο οἱ κρητῆρες ἤτοι ὑπερχειλεῖς οἱ κρατῆρες ποιοῦνται, ὥστε διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι, καὶ ταῦτα ἔπρασσον πρὸς οἰωνοῦ τιθέμενοι. "πᾶσιν ἐπαρξάμενοι δεπάεσσι. τὸ δὲ πᾶσιν οὐ τοῖς ποτηρίοις, ἀλλὰ τοῖς ἀνδράσιν. Ἀλκίνους γοῦν τῷ Ποντονόῳ φησί: "μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρον. καὶ ἑξῆς ἐπάγει: : νώμησεν δ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν. εἰσὶ δὲ καὶ τοῖς ἀρίστοις κατὰ δεῖπνα τιμαί. Τυδείδης γοῦν καὶ κρέασι καὶ πλείοις δεπάεσσι τιμᾶται καὶ Αἰάς νώτοισι διηνεκέεσσι γεραίρεται, καὶ οἱ βασιλεῖς δὲ τοῖς αὐτοῖς: Μενέλαος δηλονότι.

καὶ Ἰδομενέα δὲ Ἀγαμέμνων πλείῳ δέπᾳ τιμᾷ. καὶ Σαρπηδὼν δὲ παρὰ Λυκίοις τοῖς αὐτοῖς τιμᾶται καὶ ἕδρῃ καὶ κρέασιν. ἦν δέ τις αὐτοῖς καὶ διὰ τῆς προπόσεως ἀσπασμός: "χρυσέοις δεπάεσσι δειδέχατ ἀλλήλους," ἤτοι ἐδεξιοῦντο προπίνοντες ἑαυτοῖς ταῖς δεξιαῖς. ἀντὶ τοῦ ἐδεξιοῦτο, ὅ ἐστι προέπινεν αὐτῷ τῇ δεξιᾷ διδοὺς τὸ ποτήριον.

ἐδωροῦντο δὲ καὶ ἀπὸ τῆς αὑτῶν μοίρας οἷς ἐβούλοντο, ὡς Ὀδυσσεὺς νώτου ἀποπροταμὼν οὗ αὐτῷ παρέθεντο τῷ Δημοδόκῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION