호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἰχθύσι δὲ Ὅμηρος ποιεῖ χρωμένους τοὺς τότε καὶ ὄρνισι.? κατὰ γοῦν τὴν Θρινακίαν οἱ Ὀδυσσέως ἑταῖροι θηρεύουσιν ἰχθῦς ὄρνιθάς τε φίλας θ ὅ τι χεῖρας ἵκοιτο γναμπτοῖς ἀγκίστροισιν. οὐ γὰρ ἐν τῇ Θρινακίᾳ ἐκεχάλκευτο τὰ ἄγκιστρα, ἀλλ ἐπεφέροντο ἐν τῷ πλῷ δηλονότι: ὥστε ἦν αὐτοῖς θήρας ἰχθύων ἐπιμέλεια καὶ τέχνη. εἰκάζει δὲ καὶ τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους Ὀδυσσέως ἑταίρους ἰχθύσι προμήκει ῥάβδῳ ἁλισκομένοις καὶ θύραζε ῥιπτομένοις. οὕτω καὶ ταύτην τὴν τέχνην ἀκριβοῖ μᾶλλον τῶν τοιαῦτα προηγουμένως ἐκδεδωκότων ποιήματα ἢ συγγράμματα, Καίκαλον λέγω τὸν Ἀργεῖον καὶ Νουμήνιον τὸν Ἡρακλεώτην, Παγκράτην τὸν Ἀρκάδα, Ποσειδώνιον τὸν Κορίνθιον καὶ τὸν ὀλίγῳ πρὸ ἡμῶν γενόμενον Ὀππιανὸν τὸν Κίλικα: τοσούτοις γάρ ἐνετύχομεν ἐποποιοῖς Ἁλιευτικὰ γεγραφόσι, καταλογάδην δὲ τοῖς Σελεύκου τοῦ Ταρσέως καὶ Λεωνίδου τοῦ Βυζαντίου καὶ Ἀγαθοκλέους τοῦ Ἀτρακίου.
οὐ μνημονεύει δὲ τοιαύτης ἐδωδῆς ἐπὶ τῶν δείπνων, ὡς οὐκ οἰκείας νομιζομένης τῆς τροφῆς τοῖς ἐν ἀξιώμασιν ἡρ´ωσι κειμένοις, ὡς οὐδὲ τῆς τῶν νεογνῶν ἱερείων. οὐ μόνον δὲ ἰχθύσιν ἀλλὰ καὶ ὀστρείοις ἐχρῶντο, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ὠφέλιμον καὶ ἡδύ, ἀλλὰ κἀν τῷ βυθῷ κατὰ βάθος κειμένων: ταῦτα ἄλλῃ τινὶ τέχνῃ χρήσασθαι ἢ δύντα κατὰ βυθοῦ.
ἦ μάλ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ, ὃν καὶ λέγει πολλοὺς ἂν κορέσαι τήθεα διφῶντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기