호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τῶν κρεῶν δὲ μοῖραι ἐνέμοντο:? ὅθεν ἐίσας φησὶ τὰς δαῖτας ἀπὸ τῆς ἰσότητος. τὰ γὰρ δεῖπνα δαῖτας ἔλεγον ἀπὸ τοῦ δατεῖσθαι, οὐ μόνον τῶν κρεῶν διανεμομένων ἀλλὰ καὶ τοῦ οἴνου: ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης. καί: χαῖρ , Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς. ἐκ τούτων δ ἐπείσθη Ζηνόδοτος δαῖτα ἐίσην τὴν ἀγαθὴν λέγεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기