- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 19

(아테나이오스, The Deipnosophists, book 1, chapter 19)

ὅτι τροφαῖς ἐχρῶντο οἱ ἡρ´ωες παρ Ὁμήρῳ πρῶτον μὲν τῷ καλουμένῳ ἀκρατίσματι ὃ λέγει ἄριστον:? οὗ ἅπαξ μέμνηται ἐν Ὀδυσσείᾳ: "Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ ἄριστον κειαμένω πῦρ," καὶ ἅπαξ ἐν Ἰλιάδι: ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ ἄριστον. λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμὸν καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς, ὡς Ἀντιφάνης: ἄριστον ἐν ὅσῳ ὁ μάγειρος ποιεῖ, εἶτ ἐπάγει: συνακρατίσασθαι πῶς ἔχεις μετ ἐμοῦ· καὶ Κάνθαρος: α. οὐκοῦν ἀκρατισώμεθ αὐτοῦ. β. μηδαμῶς: Ἰσθμοῖ γὰρ ἀριστήσομεν. Ἀριστομένης: ἀκρατιοῦμαι μικρόν, εἶθ ἥξω πάλιν ἄρτου δὶς ἢ τρὶς ἀποδακών.

Φιλήμων δέ φησιν ὅτι τροφαῖς δ ἐχρῶντο οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ δ ἄριστον δεῖπνον τὸ δ ἑσπέρισμα δορπηστόν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ ἡ τάξις καὶ παρ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς ὁ Παλαμήδης πεποίηται λέγων καὶ ταξιάρχας χἀκατοντάρχας στρατῷ ἔταξα. σῖτον δ εἰδέναι διώρισα ἄριστα, δεῖπνα, δόρπα δ αἱρεῖσθαι τρίτα.

ὃ καλοῦσί τινες δειλινόν, ὅ ἐστι μεταξὺ τοῦ ὑφ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. καὶ ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἑώ λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν ὃ ἡμεῖς ἄριστον, δόρπον δὲ τὸ ἑσπερινόν. μήποτε δὲ καὶ συνωνυμεῖ τὸ ἄριστον τῷ δείπνῳ. ἐπὶ γὰρ τῆς πρωινῆς που τροφῆς ἔφη: "οἱ δ ἄρα δεῖπνον ἕλοντο, ἀπὸ δ αὐτοῦ θωρήσσοντο. μετὰ γὰρ τὴν ἀνατολὴν εὐθὺς δειπνοποιησάμενοι προέρχονται εἰς τὴν μάχην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION