호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἡ μὲν ἀξιοῖ σπείσαντα πιεῖν, ὁ δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖται.? οἶδε δὲ ὁ Ὅμηρος καὶ τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου ἐν οἷς τὸν χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαί φησί καὶ κράσεων δὲ γένη διάφορα ἐπίσταται: οὐκ ἂν γὰρ Ἀχιλλεὺς τὸ ζωρότερον κεραίρειν διέστειλε, μὴ οὔσης τινὸς καθημερινῆς κράσεως. ἴσως οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδιαφόρητον ἄνευ στερεμνίου σιτίου μίγματος, ὃ τοῖς ἰατροῖς διὰ τὴν τέχνην ἐστὶ δῆλον τοῖς γοῦν καρδιακοῖς μετὰ οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς κατοχὴν τῆς δυνάμεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기