- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 15 2:

(아테나이오스, The Deipnosophists, book 1, chapter 15 2:)

παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ ἐν γάμοις οὔτ ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους:? καὶ οὐ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλ ἀφ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Αἰάντα οὖν μετὰ τὴν μονομαχίαν νώτοισι βοῶν γέραιρεν ὁ Ἀγαμέμνων: καὶ Νέστορι δ ἤδη ὄντι γηραιῷ καὶ Φοίνικι δὲ κρέας ὀπτὸν δίδωσι ἀφιστῶν ἡμᾶς τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Ἀλκίνους δὲ ὁ τὸν τρυφερὸν ᾑρημένος βίον τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ Μενέλαος δὲ τοὺς τῶν παίδων γάμους ποιούμενος καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου νῶτα βοὸς παρέθηκεν ὄπτ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. καὶ Νέστωρ δὲ βόας θύει Ποσειδῶνι παρὰ θαλάσσῃ διὰ τῶν φιλτάτων καὶ οἰκειοτάτων τέκνων, βασιλεὺς ὢν καὶ πολλοὺς ἔχων ὑπηκόους, τάδε παρακελευόμενος:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION