- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 14

(아테나이오스, The Deipnosophists, book 1, chapter 14)

ὅτι περὶ Περικλέους φησὶν Ἀρχίλοχος ὁ Πάριος, ποιητὴς ὡς ἀκλήτου ἐπεισπαίοντος εἰς τὰ συμπόσια Μυκονίων δίκην.? δοκοῦσι δ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν νῆσον οἰκεῖν ἐπὶ γλισχρότητι καὶ πλεονεξίᾳ διαβάλλεσθαι: τὸν γοῦν γλίσχρον Ἰσχόμαχον Κρατῖνος Μυκόνιον καλεῖ: πῶς ἂν σύγ Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου φιλόδωρος ἂν εἰής, : ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον: κοινὰ γάρ τὰ τῶν φίλων. πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ, οὔτε τῖμον εἰσενέγκας οὔτε , οὐδὲ μὲν κληθεὶς ἦλθες, οἱᾶ δὴ φίλος: ἀλλὰ σ1 ἡ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν εἰς ἀναιδείην, Ἀρχίλοχος φησίν.

Εὔβουλος ὁ κωμικὸς φησί που: εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης. ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι, μεγάλους. . . . μᾶλλον δὲ τρεῖς. ὅν φασί ποτε κληθέντ ἐπὶ δεῖπνον πρὸς τινος, εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ ἂν εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ, ἥκειν, ἑώθεν αὐτὸν εὐθὺς ἡλίου μετρεῖν ἀνέχοντος μακροτέρας δ οὔσης ἔτι πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς: ἔπειτα φάναι μικρὸν ὀψιαίτερον δἰ ἀσχολίαν ἥκειν, παρόνθ ἅμ ἡμέρᾳ.

ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ, τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν, Ἄμφις φησὶν ὁ κωμικός. Χρύσιππος δὲ φησιν: ἀσύμβολον κώθωνα μὴ παραλίμπανε. κώθων δ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός.

Ἀντιφάνης δέ φησι βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν τἀλλότρια δειπνεῖν, μὴ προσέχων λογίσμασι. καὶ πάλιν: μακάριος ὁ βίος: δεῖ μ ἀεὶ καινὸν πόρον εὑρεῖν ὅπως μάσημα ταῖς γνάθοις ἔχω. ταῦτα οἴκοθεν ἔχων εἰς τὸ συμπόσιον ἦλθον καὶ προμελετήσας, ἵνα κἀγὼ τὸ στεγανόμιον κομίζων παραγένωμαι. ἄκαπνα γὰρ αἰὲν ἀοιδοὶ θύομεν.

ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς. Ἀντιφάνης: . . μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ. Ἀμειψίας: ἔρρ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION