호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φαινίας δέ φησιν ὅτι Φιλόξενος ὁ Κυθήριος ποιητής, περιπαθὴς ὢν τοῖς ὄψοις, δειπνῶν ποτε παρὰ Διονυσίῳ ὡς εἶδεν ἐκείνῳ μὲν μεγάλην τρῖγλαν παρατεθεῖσαν, ἑαυτῷ δὲ μικράν, ἀναλαβών αὐτὴν εἰς τὰς χεῖρας πρὸς τὸ οὖς προσήνεγκε.? πυθομένου δὲ τοῦ Διονυσίου τίνος ἕνεκεν τοῦτο ποιεῖ, εἶπεν ὁ Φιλόξενος ὅτι γράφων τὴν Γαλάτειαν βούλοιτὸ τινα παρ ἐκείνης τῶν κατὰ Νηρέα πυθέσθαι: : τὴν δὲ ἠρωτημένην ἀποκεκρίσθαι διότι νεωτέρα ἁλοίη: διὸ μὴ παρακολουθεῖν:
τὴν δὲ τῷ Διονυσίῳ παρατεθεῖσαν πρεσβυτέραν οὖσαν εἰδέναι πάντα σαφῶς ἃ βούλεται μαθεῖν. τὸν οὖν Διονύσιον γελάσαντα ἀποστεῖλαι αὐτῷ τὴν τρῖγλαν τὴν παρακειμένην αὐτῷ. συνεμέθυε δὲ τῷ Φιλοξένῳ ἡδέως ὁ Διονύσιος. ἐπεὶ δὲ τὴν ἐρωμένην Γαλάτειαν ἐφωράθη διαφθείρων, εἰς τὰς λατομίας ἐνεβλήθη: ἐν αἷς ποιῶν τὸν Κύκλωπα συνέθηκε τὸν μῦθον εἰς τὸ περὶ αὑτὸν γενόμενον πάθος, τὸν μὲν Διονύσιον Κύκλωπα ὑποστησάμενος, τὴν δ αὐλητρίδα Γαλάτειαν, ἑαυτὸν δ Ὀδυσσέα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기