호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Χῖος Ιὤν τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον.? τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων τοῦ δύνασθαι παραβοηθεῖν τοῖς φίλοις σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς ἔχομεν ὁμοίας: οὐδὲ τοῖς λαμπροῖσι γὰρ δείπνοις τὸ πεινῆν παύεται, Ἀντιφάνης φησίν. ὅτι Ξενοκράτης ὁ Χαλκηδόνιος καὶ Σπεύσιππος ὁ Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기