호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα εἰσβάλλει μετ ὀλίγον εἰς τὸν τοῦ Λαρηνσίου ἔπαινον καὶ λέγει:? ὃς ὑπὸ φιλοτιμίας πολλοὺς τῶν ἀπὸ παιδείας συναθροίζων οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ λόγοις εἱστία, τὰ μὲν προβάλλων τῶν ἀξίων ζητήσεως, τὰ δὲ ἀνευρίσκων, οὐκ ἀβασανίστως οὐδ ἐκ τοῦ παρατυχόντος τὰς ζητήσεις ποιούμενος, ἀλλ ὡς ἔνι μάλιστα μετὰ κριτικῆς τινος καὶ Σωκρατικῆς ἐπιστήμης, ὡς πάντας θαυμάζειν τῶν ζητήσεων τὴν τήρησιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기