호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα δὴ προσβολαὶ πολλαὶ ἐγίγνοντο τοῖσ Μακεδόσιν ἐσ τὸ ὄροσ· καὶ τὰ μὲν πρῶτα ἀπεκρούοντο βαλλόμενοι ἐκ τῶν βαρβάρων, καὶ ἄλλοι τε πολλοὶ τραυματίαι ἐγένοντο καὶ αὐτὸσ Ἀλέξανδροσ ἐσ τὴν κνήμην τοξεύεται διαμπὰξ καὶ τῆσ περόνησ τι ἀποθραύεται αὐτῷ ἐκ τοῦ τοξεύματοσ. ἀλλὰ καὶ ὣσ ἔλαβέ τε τὸ χωρίον, καὶ τῶν βαρβάρων οἱ μὲν αὐτοῦ κατεκόπησαν πρὸσ τῶν Μακεδόνων, πολλοὶ δὲ καὶ κατὰ τῶν πετρῶν ῥίψαντεσ σφᾶσ ἀπέθανον, ὥστε ἐκ τρισμυρίων οὐ πλείουσ ἀποσωθῆναι ὀκτακισχιλίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기