호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀλέξανδροσ δέ, καταστήσασ ἐπὶ τοὺσ ἑταίρουσ ἱππάρχασ δύο, Ἡφαιστίωνά τε τὸν Ἀμύντοροσ καὶ Κλεῖτον τὸν Δρωπίδου, καὶ δίχα διελὼν τὴν τάξιν τῶν ἑταίρων, ὅτι οὐδὲ φίλτατον ἂν ἠβούλετο ἕνα τοσούτων ἱππέων, ἄλλωσ τε καὶ τῶν κρατίστων τοῦ παντὸσ ἱππικοῦ κατά τε ἀξίωσιν καὶ τὴν ἄλλην ἀρετὴν, ἐξηγεῖσθαι, ἀφικνεῖται ἐσ τούσ πάλαι μὲν Ἀριάσπασ καλουμένουσ, ὕστερον δὲ Εὐεργέτασ ἐπονομασθέντασ, ὅτι Κύρῳ τῷ Καμβύσου ξυνεπελάβοντο τῆσ ἐσ Σκύθασ ἐλάσεωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기