Arrian, Anabasis, book 3, chapter 22 2:

(아리아노스, Anabasis, book 3, chapter 22 2:)

Τοῦτο τὸ τέλοσ Δαρείῳ ἐγένετο ἐπὶ ἄρχοντοσ Ἀθηναίοισ Ἀριστοφῶντοσ μηνὸσ Ἑκατομβαιῶνοσ, ἀνδρὶ τὰ μὲν πολέμια, εἴπερ τινὶ ἄλλῳ, μαλθακῷ τε καὶ οὐ φρενήρει, εἰσ δὲ τἆλλα οὐδὲν ἀνεπιεικὲσ ἔργον ἀποδειξαμένῳ ἢ οὐδὲ ἐγγενόμενον αὐτῷ ἀποδείξασθαι, ὅτι ὁμοῦ μὲν ἐσ τὴν βασιλείαν παρελθεῖν, ὁμοῦ δὲ προσπολεμεῖσθαι πρόσ τε Μακεδόνων καὶ τῶν Ἑλλήνων ξυνέβη. οὔκουν οὐδὲ ἐθέλοντι ἐξῆν ἔτι ὑβρίζειν ἐσ τοὺσ ὑπηκόουσ ἐν μείζονι κινδύνῳ ἤπερ ἐκεῖνοι καθεστηκότι.

SEARCH

MENU NAVIGATION