호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοὺσ μὲν πολεμίουσ οὐ κατέλαβε, Δαρείου δὲ πέρι ἐπύθετο αὐτὸν μὲν συνειλημμένον ἄγεσθαι ἐφ̓ ἁρμαμάξησ, Βήσσῳ δὲ ἀντὶ Δαρείου εἶναι τὸ κράτοσ καὶ ἡγεμόνα ὠνομάσθαι Βῆσσον πρόσ τε τῶν Βακτρίων ἱππέων καὶ τῶν ἄλλων ὅσοι βάρβαροι ξυνέφευγον Δαρείῳ, πλὴν Ἀρταβάζου καὶ τῶν Ἀρταβάζου παίδων καὶ τῶν Ἑλλήνων τῶν μισθοφόρων· τούτουσ δὲ πιστοὺσ εἶναι Δαρείῳ, καὶ εἴργειν μὲν τὰ γιγνόμενα οὐ δυνατοὺσ εἶναι, ἐκτραπέντασ δὲ ἔξω τῆσ λεωφόρου ὁδοῦ ὡσ ἐπὶ τὰ ὄρη ἰέναι κατὰ σφᾶσ, οὐ μετέχοντασ τοῖσ ἀμφὶ Βῆσσον τοῦ ἔργου. γνώμην δὲ πεποιῆσθαι τοὺσ ξυλλαβόντασ Δαρεῖον, εἰ μὲν διώκοντα σφᾶσ Ἀλέξανδρον πυνθάνοιντο, παραδοῦναι Δαρεῖον Ἀλεξάνδρῳ καὶ σφίσι τι ἀγαθὸν εὑρίσκεσθαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기