- 텍스트

Arrian, Anabasis, book 3, chapter 15 5:

(아리아노스, Anabasis, book 3, chapter 15 5:)

Ἀλέξανδρος δὲ ἀναπαύσας τοὺς ἀμφ᾿ αὑτὸν ἱππέας ἔστε ἐπὶ μέσας νύκτας προὐχώρει αὖθις κατὰ σπουδὴν ἐπ᾿ Ἄρβηλα, ὡς Δαρεῖόν τε αἱρήσων ἐκεῖ καὶ τὰ χρὴματα καὶ τὴν ἄλλην κατασκευὴν τὴν βασιλικήν.? καὶ ἀφίκετο εἰς Ἄρβηλα τῇ ὑστεραίᾳ διώξας τοὺς πάντας ἐκ τῆς μάχης σταδίους μάλιστα ἐς ἑξακοσίους. καὶ Δαρεῖον μὲν οὐ καταλαμβάνει ἐν Ἀρβήλοις, ἀλλὰ ἔφευγεν οὐδέν τι ἐλινύσας Δαρεῖος: τὰ χρήματα δὲ ἐγκατελήφθη καὶ ἡ κατασκευὴ πᾶσα, καὶ τὸ ἁρ´μα τὸ Δαρείου αὖθις ἐγκατελήφθη καὶ ἡ ἀσπὶς αὖθις καὶ τὰ τόξα ἑάλω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION