Arrian, Anabasis, book 3, chapter 9 6:

(아리아노스, Anabasis, book 3, chapter 9 6:)

τοὺσ κατὰ σφᾶσ δὲ ἑκάστουσ ἐξορμᾶν ἠξίου, λοχαγόν τε λοχίτασ καὶ ἰλάρχην τὴν ἴλην τὴν αὑτοῦ ἕκαστον καὶ ταξιάρχουσ τὰσ τάξεισ, τούσ τε ἡγεμόνασ τῶν πεζῶν τὴν φάλαγγα ἕκαστον τήν οἱ ἐπιτετραμμένην, ὡσ ἐν τῇδε τῇ μάχῃ οὐχ ὑπὲρ Κοίλησ Συρίασ ἢ Φοινίκησ, οὐδὲ ὑπὲρ Αἰγύπτου, ὡσ πρόσθεν, μαχουμένουσ, ἀλλὰ ὑπὲρ τῆσ ξυμπάσησ Ἀσίασ, οὕστινασ χρὴ ἄρχειν, ἐν τῷ τότε κριθησόμενον.

SEARCH

MENU NAVIGATION