호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλος ἐξ ὁρισμοῦ, οἱο῀ν τί τὸ δαιμόνιόν ἐστιν:? "ἆρα θεὸς ἢ θεοῦ ἔργον· καίτοι ὅστις οἰέται θεοῦ ἔργον εἶναι, τοῦτον ἀνάγκη οἰέσθαι καὶ θεοὺς εἶναι. " καὶ ὡς Ἰφικράτης, ὅτι γενναιότατος ὁ βέλτιστος: καὶ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι οὐδὲν πρότερον ὑπῆρχεν γενναῖον πρὶν γενναῖόν τι πρᾶξαι. καὶ ὅτι συγγενέστερος αὐτός: "τὰ γοῦν ἔργα συγγενέστερά ἐστι τὰ ἐμὰ τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἢ τὰ σά" . καὶ ὡς ἐν τῷ Ἀλεξάνδρῳ ὅτι πάντες ἂν ὁμολογήσειαν τοὺς μὴ κοσμίους οὐχ ἑνὸς σώματος ἀγαπᾶν ἀπόλαυσιν. καὶ δι ὃ Σωκράτης οὐκ ἔφη βαδίζειν ὡς Ἀρχέλαον: ὕβριν γὰρ ἔφη εἶναι τὸ μὴ δύνασθαι ἀμύνασθαι ὁμοίως καὶ εὖ παθόντας ὥσπερ καὶ κακῶς. πάντες γὰρ οὗτοι ὁρισάμενοι καὶ λαβόντες τὸ τί ἐστι συλλογίζονται περὶ ὧν λέγουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기