호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτε γὰρ πόρρωθεν οὔτε πάντα δεῖ λαμβάνοντασ συνάγειν· τὸ μὲν γὰρ ἀσαφὲσ διὰ τὸ μῆκοσ, τὸ δὲ ἀδολεσχία διὰ τὸ φανερὰ λέγειν. τοῦτο γὰρ αἴτιον καὶ τοῦ πιθανωτέρουσ εἶναι τοὺσ ἀπαιδεύτουσ τῶν πεπαιδευμένων ἐν τοῖσ ὄχλοισ, ὥσπερ φασὶν οἱ ποιηταὶ τοὺσ ἀπαιδεύτουσ παρ’ ὄχλῳ μουσικωτέρωσ λέγειν· οἱ μὲν γὰρ τὰ κοινὰ καὶ καθόλου λέγουσιν, οἱ δ’ ἐξ ὧν ἴσασι, καὶ τὰ ἐγγύσ· ὥστ’ οὐκ ἐξ ἁπάντων τῶν δοκούντων ἀλλ’ ἐκ τῶν ὡρισμένων λεκτέον, οἱο͂ν ἢ τοῖσ κρίνουσιν ἢ οὓσ ἀποδέχονται, καὶ τοῦτο διότι οὕτωσ φαίνεται δῆλον εἶναι ἅπασιν ἢ τοῖσ πλείστοισ· καὶ μὴ μόνον συνάγειν ἐκ τῶν ἀναγκαίων, ἀλλὰ καὶ ἐκ τῶν ὡσ ἐπὶ τὸ πολύ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기