호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρῆσθαι δὲ δεῖ καὶ ταῖσ τεθρυλημέναισ καὶ κοιναῖσ γνώμαισ, ἐὰν ὦσι χρήσιμοι· διὰ γὰρ τὸ εἶναι κοιναί, ὡσ ὁμολογούντων πάντων, ὀρθῶσ ἔχειν δοκοῦσιν, οἱο͂ν παρακαλοῦντι ἐπὶ τὸ κινδυνεύειν μὴ θυσαμένουσ εἷσ οἰωνὸσ ἄριστοσ ἀμύνεσθαι περὶ πάτρησ, καὶ ἐπὶ τὸ ἥττουσ ὄντασ ξυνὸσ Ἐνυάλιοσ, καὶ ἐπὶ τὸ ἀναιρεῖν τῶν ἐχθρῶν τὰ τέκνα καὶ μηδὲν ἀδικοῦντα νήπιοσ ὃσ πατέρα κτείνασ παῖδασ καταλείπει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기