- 텍스트

Aristotle, Rhetoric, Book 2, chapter 21

(아리스토텔레스, 수사학, Book 2, chapter 21)

περὶ δὲ γνωμολογίας, ῥηθέντος τί ἐστιν γνώμη μάλιστ ἂν γένοιτο φανερὸν περὶ ποίων τε καὶ πότε καὶ τίσιν ἁρμόττει χρῆσθαι τῷ γνωμολογεῖν ἐν τοῖς λόγοις.? ἔστι δὴ γνώμη ἀπόφανσις, οὐ μέντοι οὔτε περὶ τῶν καθ ἕκαστον, οἱο῀ν ποῖός τις Ἰφικράτης, ἀλλὰ καθόλου, οὔτε περὶ πάντων, οἱο῀ν ὅτι τὸ εὐθὺ τῷ καμπύλῳ ἐναντίον, ἀλλὰ περὶ ὅσων αἱ πράξεις εἰσί, καὶ <ἃ> αἱρετὰ ἢ φευκτά ἐστι πρὸς τὸ πράττειν, ὥστ ἐπεὶ τὸ ἐνθύμημα ὁ περὶ τοιούτων συλλογισμός ἐστιν, σχεδὸν τὰ συμπεράσματα τῶν ἐνθυμημάτων καὶ αἱ ἀρχαὶ ἀφαιρεθέντος τοῦ συλλογισμοῦ γνῶμαί εἰσιν, οἱο῀ν χρὴ δ οὔ ποθ ὅστις ἀρτίφρων πέφυκ ἀνήρπαῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς.

τοῦτο μὲν οὖν γνώμη: προστεθείσης δὲ τῆς αἰτίας καὶ τοῦ διὰ τί ἐνθύμημά ἐστιν τὸ ἅπαν, οἱο῀ν χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας,φθόνον παρ ἀστῶν ἀλφάνουσι δυσμενῆ, καὶ τὸ οὐκ ἔστιν ὅστις πάντ ἀνὴρ εὐδαιμονεῖ, καὶ τὸ οὐκ ἔστιν ἀνδρῶν ὅστις ἔστ ἐλεύθερος γνώμη, πρὸς δὲ τῷ ἐχομένῳ ἐνθύμημα, ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης. εἰ δή ἐστιν γνώμη τὸ εἰρημένον, ἀνάγκη τέτταρα εἴδη εἶναι γνώμης:

ἢ γὰρ μετ ἐπιλόγου ἔσται ἢ ἄνευ ἐπιλόγου. ἀποδείξεως μὲν οὖν δεόμεναί εἰσιν ὅσαι παράδοξόν τι λέγουσιν ἢ ἀμφισβητούμενον:

ὅσαι δὲ μηδὲν παράδοξον, ἄνευ ἐπιλόγου. τούτων δ ἀνάγκη τὰς μὲν διὰ τὸ προεγνῶσθαι μηδὲν δεῖσθαι ἐπιλόγου, οἱο῀ν ἀνδρὶ δ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ ἐμὶν δοκεῖ φαίνεται μὲν γὰρ τοῖς πολλοῖς οὕτω, τὰς δ ἅμα λεγομένας δήλας εἶναι ἐπιβλέψασιν, οἱο῀ν οὐδεὶς ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.

τῶν δὲ μετ ἐπιλόγου αἱ μὲν ἐνθυμήματος μέρος εἰσίν, ὥσπερ χρὴ δ οὔ ποθ ὅστις ἀρτίφρων, αἱ δ ἐνθυμηματικαὶ μέν, οὐκ ἐνθυμήματος δὲ μέρος:

αἵπερ καὶ μάλιστ εὐδοκιμοῦσιν. εἰσὶν δ αὗται ἐν ὅσαις ἐμφαίνεται τοῦ λεγομένου τὸ αἴτιον, οἱο῀ν ἐν τῷ ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν: τὸ μὲν γὰρ φάναι "μὴ δεῖν φυλάττειν" γνώμη, τὸ δὲ προσκείμενον "θνητὸν ὄντα" τὸ διὰ τί. ὁμοίως δὲ καὶ θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν. φανερὸν οὖν ἐκ τῶν εἰρημένων πόσα τε εἴδη γνώμης, καὶ περὶ ποῖον ἕκαστον ἁρμόττει:

περὶ μὲν γὰρ τῶν ἀμφισβητουμένων ἢ παραδόξων μὴ ἄνευ ἐπιλόγου, ἀλλ ἢ προθέντα τὸν ἐπίλογον γνώμῃ χρῆσθαι τῷ συμπεράσματι οἱο῀ν εἴ τις εἴποι "ἐγὼ μὲν οὖν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ οὔτ ἀργὸν εἶναι, οὔ φημι χρῆναι παιδεύεσθαι" , ἢ τοῦτο προειπόντα ἐπειπεῖν τὰ ἔμπροσθεν: περὶ δὲ τῶν μὴ παραδόξων ἀδήλων δὲ προστιθέντα τὸ διότι στρογγυλώτατα. ἁρμόττει δ ἐν τοῖς τοιούτοις καὶ τὰ Λακωνικὰ ἀποφθέγματα καὶ τὰ αἰνιγματώδη, οἱο῀ν εἴ τις λέγει ὅπερ Στησίχορος ἐν Λοκροῖς εἶπεν, ὅτι οὐ δεῖ ὑβριστὰς εἶναι, ὅπως μὴ οἱ τέττιγες χαμόθεν ᾄδωσιν.

ἁρμόττει δὲ γνωμολογεῖν ἡλικίᾳ μὲν πρεσβυτέρων, περὶ δὲ τούτων ὧν ἔμπειρός τίς ἐστιν, ὥστε τὸ μὲν μὴ τηλικοῦτον ὄντα γνωμολογεῖν ἀπρεπὲς ὥσπερ καὶ τὸ μυθολογεῖν, περὶ δὲ ὧν ἄπειρος, ἠλίθιον καὶ ἀπαίδευτον.

σημεῖον δὲ ἱκανόν: οἱ γὰρ ἀγροῖκοι μάλιστα γνωμοτύποι εἰσὶ καὶ ῥᾳδίως ἀποφαίνονται. καθόλου δὲ μὴ ὄντος καθόλου εἰπεῖν μάλιστα ἁρμόττει ἐν σχετλιασμῷ καὶ δεινώσει, καὶ ἐν τούτοις ἢ ἀρχόμενον ἢ ἀποδείξαντα.

χρῆσθαι δὲ δεῖ καὶ ταῖς τεθρυλημέναις καὶ κοιναῖς γνώμαις, ἐὰν ὦσι χρήσιμοι:

διὰ γὰρ τὸ εἶναι κοιναί, ὡς ὁμολογούντων πάντων, ὀρθῶς ἔχειν δοκοῦσιν, οἱο῀ν παρακαλοῦντι ἐπὶ τὸ κινδυνεύειν μὴ θυσαμένους εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης, καὶ ἐπὶ τὸ ἥττους ὄντας ξυνὸς Ἐνυάλιος, καὶ ἐπὶ τὸ ἀναιρεῖν τῶν ἐχθρῶν τὰ τέκνα καὶ μηδὲν ἀδικοῦντα νήπιος ὃς πατέρα κτείνας παῖδας καταλείπει. ἔτι ἔνιαι τῶν παροιμιῶν καὶ γνῶμαί εἰσιν, οἱο῀ν παροιμία "Ἀττικὸς πάροικος" .

δεῖ δὲ τὰς γνώμας λέγειν καὶ παρὰ τὰ δεδημοσιευμένα λέγω δὲ δεδημοσιευμένα οἱο῀ν τὸ "γνῶθι σαυτὸν" καὶ τὸ "μηδὲν ἄγαν" , ὅταν ἢ τὸ ἦθος φαίνεσθαι μέλλῃ βέλτιον ἢ παθητικῶς εἰρημένη.

ἔστι δὲ παθητικὴ μὲν οἱο῀ν εἴ τις ὀργιζόμενος φαίη ψεῦδος εἶναι ὡς δεῖ γιγνώσκειν αὑτόν: οὗτος γοῦν εἰ ἐγίγνωσκεν ἑαυτόν, οὐκ ἄν ποτε στρατηγεῖν ἠξίωσε: τὸ δὲ ἦθος βέλτιον, ὅτι οὐ δεῖ, ὥσπερ φασίν, φιλεῖν ὡς μισήσοντας, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντας. δεῖ δὲ τῇ λέξει τὴν προαίρεσιν συνδηλοῦν, εἰ δὲ μή, τὴν αἰτίαν ἐπιλέγειν, οἱο῀ν οὕτως εἰπόντα, ὅτι "δεῖ δὲ φιλεῖν οὐχ ὥσπερ φασίν, ἀλλ ὡς ἀεὶ φιλήσοντα:

ἐπιβούλου γὰρ θάτερον" , ἢ ὧδε, "οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον: δεῖ γὰρ τὸν ἀληθινὸν φίλον ὡς φιλήσοντα ἀεὶ φιλεῖν" , καὶ "οὐδὲ τὸ μηδὲν ἄγαν: δεῖ γὰρ τούς γε κακοὺς ἄγαν μισεῖν" . ἔχουσι δ εἰς τοὺς λόγους βοήθειαν μεγάλην μίαν μὲν διὰ τὴν φορτικότητα τῶν ἀκροατῶν:

χαίρουσι γὰρ ἐάν τις καθόλου λέγων ἐπιτύχῃ τῶν δοξῶν ἃς ἐκεῖνοι κατὰ μέρος ἔχουσιν. ὃ δὲ λέγω δῆλον ἔσται ὧδε, ἅμα δὲ καὶ πῶς δεῖ αὐτὰς θηρεύειν. ἡ μὲν γὰρ γνώμη, ὥσπερ εἴρηται, ἀπόφανσις καθόλου ἐστίν, χαίρουσι δὲ καθόλου λεγομένου ὃ κατὰ μέρος προϋπολαμβάνοντες τυγχάνουσι: οἱο῀ν εἴ τις γείτοσι τύχοι κεχρημένος ἢ τέκνοις φαύλοις, ἀποδέξαιτ ἂν τοῦ εἰπόντος ὅτι οὐδὲν γειτονίας χαλεπώτερον ἢ ὅτι οὐδὲν ἠλιθιώτερον τεκνοποιίας, ὥστε δεῖ στοχάζεσθαι ποῖα τυγχάνουσι προϋπολαμβάνοντες, εἶθ οὕτως περὶ τούτων καθόλου λέγειν. ταύτην τε δὴ ἔχει μίαν χρῆσιν τὸ γνωμολογεῖν, καὶ ἑτέραν κρείττω:

ἠθικοὺς γὰρ ποιεῖ τοὺς λόγους. ἦθος δὲ ἔχουσιν οἱ λόγοι ἐν ὅσοις δήλη ἡ προαίρεσις: αἱ δὲ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν διὰ τὸ ἀποφαίνεσθαι τὸν τὴν γνώμην λέγοντα καθόλου περὶ τῶν προαιρέσεων, ὥστε, ἂν χρησταὶ ὦσιν αἱ γνῶμαι, καὶ χρηστοήθη φαίνεσθαι ποιοῦσι τὸν λέγοντα. περὶ μὲν οὖν γνώμης, καὶ τί ἐστι καὶ πόσα εἴδη ταύτης καὶ πῶς χρηστέον αὐτῇ καὶ τίνα ὠφέλειαν ἔχει, εἰρήσθω ταῦτα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION