호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐὰν μὴ αἰσθήσεσθαι οἰώνται ὅτι δι αὑτοὺς καὶ ἀνθ ὧν ἔπαθον:? ἡ γὰρ ὀργὴ πρὸς τὸν καθ ἕκαστόν ἐστιν: δῆλον δ ἐκ τοῦ ὁρισμοῦ: διὸ ὀρθῶς πεποίηται φάσθαι Ὀδυσσῆα πτολιπόρθιον, ὡς οὐ τετιμωρημένος εἰ μὴ ᾔσθετο καὶ ὑφ ὅτου καὶ ἀνθ ὅτου: ὥστε οὔτε τοῖς ἄλλοις ὅσοι μὴ αἰσθάνονται ὀργίζονται, οὔτε τοῖς τεθνεῶσιν ἔτι, ὡς πεπονθόσι τε τὸ ἔσχατον καὶ οὐκ ἀλγήσουσιν οὐδ αἰσθησομένοις, οὗ οἱ ὀργιζόμενοι ἐφίενται: διὸ εὖ περὶ τοῦ Ἕκτορος ὁ ποιητής, παῦσαι βουλόμενος τὸν Ἀχιλλέα τῆς ὀργῆς τεθνεῶτος, κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기