- 텍스트

Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 69

(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 69)

πάντες δ ἐπειδὰν ὦσι διεψηφισμένοι, λαβόντες οἱ ὑπηρέται τὸν ἀμφορέα τὸν κύριον, ἐξερῶσι ἐπὶ ἄβακα τρυπήματα ἔχοντα ὅσαιπερ εἰσὶν αἱ ψῆφοι, ἵν αὗται φανεραὶ προκείμεναι καὶ εὐαρίθμητοι ὦσιν, καὶ τὰ τρυπητὰ καὶ τὰ πλήρη δῆλα τοῖς ἀντιδίκοις.? οἱ δὲ ἐπὶ τὰς ψήφους εἰληχότες διαριθμοῦσιν αὐτὰς ἐπὶ τοῦ ἄβακος, χωρὶς μὲν τὰς πλήρεις, χωρὶς δὲ τὰς τετρυπημένας. καὶ ἀναγορεύει ὁ κήρυξ τὸν ἀριθμὸν τῶν ψήφων, τοῦ μὲν διώκοντος τὰς τετρυπημένας, τοῦ δὲ φεύγοντος τὰς πλήρεις: ὁποτέρῳ δ ἂν πλείων γένηται, οὗτος νικᾷ, ἂν δὲ ἴσαι, ὁ φεύγων. ἔπειτα πάλιν τιμῶσι, ἂν δέῃ τιμῆσαι, τὸν αὐτὸν τρόπον ψηφιζόμενοι, τὸ μὲν σύμβολον ἀποδιδόντες, βακτηρίαν δὲ πάλιν παραλαμβάνοντες.

ἡ δὲ τίμησίς ἐστιν πρὸς ἡμίχουν ὕδατος ἑκατέρῳ. ἐπειδὰν δὲ αὐτοῖς ᾖ δεδικασμένα τὰ ἐκ τῶν νόμων, ἀπολαμβάνουσιν τὸν μισθὸν ἐν τῷ μέρει οὗ ἔλαχον ἕκαστοι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION