호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δ ὅτι τοῦτον <τὸν> τρόπον ἔσχεν οἵ τ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιήσει μέμνηται περὶ αὐτῶν ἐν τοῖσδε:? δήμῳ μὲν γὰρ ἔδωκα τόσον γέρας, ὅσσον ἀπαρκεῖ,τιμῆς οὔτ ἀφελὼν οὔτ ἐπορεξάμενος: οἳ δ εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί,καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν. ἔστην δ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι,νικᾶν δ οὐκ εἰάς οὐδετέρους ἀδίκως. πάλιν δ ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι:
δῆμος δ ὧδ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος. τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηταιἀνθρώποισιν, ὅσοις μὴ νόος ἄρτιος ᾖ. καὶ πάλιν δ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων:
οἳ δ ἐφ ἁρπαγαῖσιν ἦλθον, ἐλπίδ εἶχον ἀφνεάν,κἀδόκουν ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν,καί με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον. χαῦνα μὲν τότ ἐφράσαντο, νῦν δέ μοι χολούμενοιλοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήιον. οὐ χρεών: ἃ μὲν γὰρ εἶπα, σὺν θεοῖσιν ἤνυσα,ἄλλα δ οὐ μάτην ἐέρδον, οὐδέ μοι τυραννίδοσἁνδάνει βίᾳ τι ῥέζειν, οὐδὲ πιείρας χθονὸσπατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν. πάλιν δὲ καὶ περὶ τῆς ἀποκοπῆς τῶν χρεῶν καὶ τῶν δουλευόντων μὲν πρότερον, ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν:
τῶν οὕνεκ ἀλκὴν πάντοθεν ποιούμενοσὡς ἐν κυσὶν πολλῇσιν ἐστράφην λύκος. ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγονδῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην· συμμαρτυροίη ταῦτ ἂν ἐν δίκῃ Χρόνουμήτηρ μεγίστη δαιμόνων Ὀλυμπίωνἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτεὁρ´ους ἀνεῖλον πολλαχῇ πεπηγότας,πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. πολλοὺς δ Ἀθήνας, πατρίδ εἰς θεόκτιτον,ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,ἄλλον δικαίως, τοὺς δ ἀναγκαίης ὑπὸχρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ Ἀττικὴνἱέντας, ὡς ἂν πολλαχῇ πλανωμένους: τοὺς δ ἐνθάδ αὐτοῦ δουλίην ἀεικέαἔχοντας, ἤθη δεσποτῶν τρομευμένους,ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτεινομοῦ βίην τε καὶ δίκην συναρμόσασἔρεξα καὶ διῆλθον ὡς ὑπεσχόμην. θεσμοὺς δ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ,εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην,ἔγραψα. κέντρον δ ἄλλος ὡς ἐγὼ λαβών,κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ,οὐκ ἂν κατέσχε δῆμον. εἰ γὰρ ἤθελονἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,αὖθις δ ἃ τοῖσιν οὕτεροι φρασαίατο,πολλῶν ἂν ἀνδρῶν ἥδ ἐχηρώθη πόλις. καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων:
δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι,ἃ νῦν ἔχουσιν οὔποτ ὀφθαλμοῖσιν ἂνεὕδοντες εἶδον . . . ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες,αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο. εἰ γάρ τις ἄλλος, φησί, ταύτης τῆς τιμῆς ἔτυχεν,οὐκ ἂν κατέσχε δῆμον οὐδ ἐπαύσατο,πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα. . ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ. ὁρ´ος κατέστην.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기