호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται, φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα:? "οὐκ ἤθελον ἅμ ἄλλῳ ἐν μεγάροισι πάσασθαι. καὶ ἀλλαχοῦ: "εὖθ οἱ σπλάγχν ἐπάσαντο. τῶν γὰρ σπλάγχνων ἀπογεύσασθαι μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος, καὶ ὁ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί: "νῦν δὴ καὶ σίτου πασάμην.
"κεῖτ ἄσιτος, ἄπαστος. "ἐδητύος ἐξ ἔρον ἕντο. οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος: μύθου δὲ πασαίμην ἥδιον.
Ἐρατοσθένης: ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τὰ τ ἀγρώσσοντες ἕλοντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기