호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολὺ δὲ τὸ σύντονον καὶ καματηρὸν τῆς περὶ τὴν σφαιριστικὴν ἁμίλλης τό τε κατὰ τοὺς τραχηλισμοὺς ῥωμαλέον.? Ἀντιφάνης: οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω. διηγεῖται δὲ τὴν φαινίνδα παιδιὰν οὕτως Ἀντιφάνης: "ἔξω, μακράν, παρ αὐτόν, ὑπὲρ αὐτόν κάτω, ἄνω, βραχεῖαν, ἀπόδος ἐν καταστροφῇ. ἐκαλεῖτο δὲ φαινίνδα ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων, ἢ ὅτι εὑρετὴς αὐτοῦ, ὥς φησιν Ιὄβας ὁ Μαυρούσιος, Φαινέστιος ὁ παιδοτρίβης. καὶ Ἀντιφάνης: φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου. ἐφρόντιζον δὲ εὐρυθμίας οἱ σφαιρίζοντες.
Δαμόξενος γοῦν φησι: νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν ἴσως ἑκκαίδεκ ἢ ἑπτακαίδεκα, Κῷος: θεοὺς γὰρ φαίνεθ ἡ νῆσος φέρειν. ὃς ἐπεὶ ποτ ἐμβλέψειε τοῖς καθημένοις, ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα πάντες ἐβοῶμεν: "ἡ δ εὐρυθμία, τὸ δ ἦθος, ἡ τάξις δ ὅση. ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο τέρας τι κάλλους, ἄνδρες: οὔτ ἀκήκοα ἔμπροσθεν οὔθ ἑόρακα τοιαύτην χάριν. κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον ἔμεινα:
: καὶ νῦν δ οὐχ ὑγιαίνειν μοι δοκῶ. ἐσφαίριζε δ οὐκ ἀηδῶς καὶ Κτησίβιος ὁ Χαλκιδεὺς φιλόσοφος: καὶ πολλοὶ διὰ τὴν σφαιρικὴν αὐτῷ συναπεδύοντο τῶν Ἀντιγόνου τοῦ βασιλέως φίλων. συνέγραψε δὲ περὶ σφαιριστικῆς Τιμοκράτης ὁ Λάκων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기