- ἀξιοῦσι τινὲς μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ. (Dionysius of Halicarnassus, Libri secundi de antiquis oratoribus reliquiae, chapter 211)
(디오니시오스, Libri secundi de antiquis oratoribus reliquiae, chapter 211)
- ἔστι δὲ ἥδε, τίνες εἰσὶν ἀξιολογώτατοι τῶν ἀρχαίων ῥητόρων τε καὶ συγγραφέων καὶ τίνες αὐτῶν ἐγένοντο προαιρέσεις τοῦ τε βίου καὶ τῶν λόγων καὶ τί παρ ἑκάστου δεῖ λαμβάνειν ἢ φυλάττεσθαι, καλὰ θεωρήματα καὶ ἀναγκαῖα τοῖς ἀσκοῦσι τὴν πολιτικὴν φιλοσοφίαν καὶ οὐ δήπου μὰ Δία κοινὰ οὐδὲ κατημαξευμένα τοῖς πρότερον. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 42)
(디오니시오스, De antiquis oratoribus, chapter 42)
- τῶν δὲ ῥητόρων τε καὶ συγγραφέων, ὑπὲρ ὧν ὁ λόγος, πολλῶν πάνυ ὄντων καὶ ἀγαθῶν τὸ μὲν ὑπὲρ ἁπάντων γράφειν μακροῦ λόγου δεόμενον ὁρῶν ἐάσω, τοὺς δὲ χαριεστάτους ἐξ αὐτῶν προχειρισάμενος κατὰ τὰς ἡλικίας ἐρῶ περὶ ἑκάστου, νῦν μὲν περὶ τῶν ῥητόρων, ἐὰν δὲ ἐγχωρῇ, καὶ περὶ τῶν ἱστορικῶν. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 4 1:5)
(디오니시오스, De antiquis oratoribus, chapter 4 1:5)
- ἔσονται δὲ οἱ παραλαμβανόμενοι ῥήτορες τρεῖς μὲν ἐκ τῶν πρεσβυτέρων, Λυσίας Ἰσοκράτης Ἰσαῖος, τρεῖς δ ἐκ τῶν ἐπακμασάντων τούτοις, Δημοσθένης Ὑπερείδης Αἰσχίνης, οὓς ἐγὼ τῶν ἄλλων ἡγοῦμαι κρατίστους, καὶ διαιρεθήσεται μὲν εἰς δύο συντάξεις ἡ πραγματεία, τὴν δὲ ἀρχὴν ἀπὸ ταύτης λήψεται τῆς ὑπὲρ τῶν πρεσβυτέρων γραφείσης. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 4 1:6)
(디오니시오스, De antiquis oratoribus, chapter 4 1:6)
- κατὰ δὴ ταῦτα, ἐκεῖνα ἔχε συλλαβὼν τὰ τοῦ Δημοσθένους ὅσα τῇ χειρὶ τῇ αὑτοῦ ὁ ῥήτωρ ἔγραψε, καὶ τὰ τοῦ Θουκυδίδου ὅσα παρὰ τοῦ Δημοσθένους καὶ αὐτὰ ὀκτάκις μεταγεγραμμένα εὑρέθη, καὶ ὅλως ἅπαντα ἐκεῖνα ὅσα ὁ Σύλλας Ἀθήνηθεν εἰς Ἰταλίαν ἐξέπεμψε: (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 4:2)
(루키아노스, Adversus indoctum et libros multos ementem, (no name) 4:2)
- λοιπὸν οὖν δὴ ἐκεῖνο, πεπεισμένον ὑπὸ τῶν κολάκων ὡς οὐ μόνον καλὸς εἶ καὶ ἐράσμιος ἀλλὰ σοφὸς καὶ ῥήτωρ καὶ συγγραφεὺς οἱο῀ς οὐδ ἕτερος, ὠνεῖσθαι τὰ βιβλία, ὡς ἀληθεύοις τοὺς ἐπαίνους αὐτῶν. (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 20:1)
(루키아노스, Adversus indoctum et libros multos ementem, (no name) 20:1)
- ἄνδρες τοίνυν δικασταί, φησὶν ὁ λόγος, ὁ μὲν προειπὼν ῥήτωρ πολλὰ καὶ μεγάλα τόνδε τὸν οἶκον ἐπῄνεσε καὶ τῷ ἑαυτοῦ λόγῳ ἐκόσμησεν, ἐγὼ δὲ τοσούτου δέω ψόγον αὐτοῦ διεξελεύσεσθαι, ὥστε καὶ τὰ ὑπ ἐκείνου παραλελειμμένα προσθήσειν μοι δοκῶ: (Lucian, De Domo, (no name) 15:1)
(루키아노스, De Domo, (no name) 15:1)
- τοῦτο δέ μοι δοκεῖ λογισάμενος καὶ ὁ τοῦ Ὁμήρου ῥήτωρ ἐκεῖνος εὐμορφίας ἐλάχιστον φροντίσαι, μᾶλλον δὲ καὶ παντελῶς ἀϊ´δρει φωτὶ ἑαυτὸν ἀπεικάσαι, ἵνα αὐτῷ παραδοξότερον φαίνηται τῶν λόγων τὸ κάλλος ἐκ τῆς πρὸς τὸ ἀμορφότερον ἐξετάσεως. (Lucian, De Domo, (no name) 17:4)
(루키아노스, De Domo, (no name) 17:4)
- ἀλλὰ γὰρ ὅτι μὲν οὐχ ὁ ῥήτωρ παρὰ τοῦ φιλοσόφου τὰς τέχνας παρέλαβεν αἷς τοὺς θαυμαστοὺς ἐκείνους κατεσκεύασε λόγους, ἀλλὰ τοὐναντίον τὰ Δημοσθένους καὶ τὰ τῶν ἄλλων ῥητόρων ἔργα παραθέμενος Ἀριστοτέλης ταύτας ἔγραψε τὰς τέχνας, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω. (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 12 4:2)
(디오니시오스, Ad Ammaeum, chapter 12 4:2)