- ὁμοίως δὲ οὐδὲ ὄρνις, ὁ δὲ πολυίστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα τῆς Μιλησίας τρίγλας ἑξῆς φησι: (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 1272)
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 1272)
- Ὀρφεὺς μὲν κιθάρᾳ πλεῖστον γέρας εἵλετο θνητῶν, Νέστωρ δὲ γλώσσης ἡδυλόγου σοφίῃ, τεκτοσύνῃ δ ἐπέων πολυίστωρ θεῖος Ὅμηρος, Τηλεφάνης δ αὐλοῖς, οὗ τάφος ἐστὶν ὅδε. (Unknown, Greek Anthology, Volume II, book 7, chapter 1591)
(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 1591)
- ὁ δὲ ποιητὴς πολύφωνός τις ὢν καὶ πολυίστωρ δίδωσιν ἀφορμὰς ὡς οὐδὲ τούτων ἀνήκοός ἐστι τῶν τόπων, εἴ τις ὀρθῶς συλλογίζεσθαι βούλοιτο ἀπ ἀμφοῖν, τῶν τε χεῖρον λεγομένων περὶ αὐτῶν καὶ τῶν ἄμεινον καὶ ἀληθέστερον. (Strabo, Geography, book 3, chapter 2 24:1)
(스트라본, 지리학, book 3, chapter 2 24:1)
- καὶ μὴν πολυίστωρ, εἴ τις ἄλλος, καὶ πάντα τὸν βίον, ὡς αὐτὸς εἴρηκεν, ὁ ταῦτα μυθεῖσθαι βουλόμενος. (Strabo, Geography, Book 9, chapter 5 25:12)
(스트라본, 지리학, Book 9, chapter 5 25:12)
- μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ πολυίστωρ λέγων οὕτως: (Flavius Josephus, Antiquitates Judaicae, Book 1 311:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 1 311:1)
- ἀλλὰ Δημήτριος ὁ Μάγνης, ὃς ἔδοξε γενέσθαι πολυἵστωρ, ἐν τῇ περὶ τῶν ὁμωνύμων πραγματείᾳ λέγων καὶ περὶ τούτου τοῦ ἀνδρὸς καὶ ὑπόληψιν παρασχών, ὡς περὶ αὐτοῦ λέξων τι ἀκριβές, διεψεύσθη τῆς δόξης. (Dionysius of Halicarnassus, De Dinarcho, chapter 1 1:1)
(디오니시오스, De Dinarcho, chapter 1 1:1)
- ὡς Ἀριστείδης Μιλήσιος καὶ Ἀλέξανδρος ὁ Πολυϊ´στωρ ἐν τρίτῳ Ἰταλικῶν. (Plutarch, Parallela minora, section 40 1:3)
(플루타르코스, Parallela minora, section 40 1:3)
- καὶ Ἀλέξανδρος ὁ Πολυϊ´στωρ ἐν τρίτῳ Ἰταλικῶν. (Plutarch, Parallela minora, section 40 4:1)
(플루타르코스, Parallela minora, section 40 4:1)