- πρῷραι ναῶν, ὠκείαις Ἴλιον ἱερὰν αἳ κώπαις δι ἅλα πορφυροειδέα καὶ λιμένας Ἑλλάδος εὐόρμους αὐλῶν παιᾶνι στυγνῷ συρίγγων τ εὐφθόγγων φωνᾷ βαίνουσαι πλεκτὰν Αἰγύπτου παιδείαν ἐξηρτήσασθ, αἰαῖ, Τροίας ἐν κόλποις τὰν Μενελάου μετανισόμεναι στυγνὰν ἄλοχον, Κάστορι λώβαν τῷ τ Εὐρώτᾳ δυσκλείαν, ἃ σφάζει μὲν τὸν πεντήκοντ ἀροτῆρα τέκνων Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν ἐς τάνδ ἐξώκειλ ἄταν. (Euripides, The Trojan Women, choral, lyric1)
(에우리피데스, The Trojan Women, choral, lyric1)
- τὰ δ᾿ ἄλλα ἡλίκος μὲν ὁ ἱστός, ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἱῴ καὶ προτόνῳ κέχρηται καὶ συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν ἐπανέστηκεν ἠρέμα καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη, καταντικρὺ δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς τὸ πρόσω ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν: (Lucian, 10:2)
(루키아노스, 10:2)
- κλειναὶ νᾶες, αἵ ποτ ἔβατε Τροίαν τοῖς ἀμετρήτοις ἐρετμοῖς πέμπουσαι χοροὺς μετὰ Νηρῄδων, ἵν ὁ φίλαυλος ἔπαλλε δελ- φὶς πρῴραις κυανεμβόλοι- σιν εἱλισσόμενος, πορεύων τὸν τᾶς Θέτιδος κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ σὺν Ἀγαμέμνονι Τρωίας ἐπὶ Σιμουντίδας ἀκτάς. (Euripides, choral, strophe 11)
(에우리피데스, choral, strophe 11)
- αἵ θ ὑπωρόφιοι κατὰ γωνίας εἱειειειλίσσετε δακτύλοις φάλαγγες ἱστόπονα πηνίσματα, κερκίδος ἀοιδοῦ μελέτας, ἵν ὁ φίλαυλος ἔπαλλε δελφὶς πρῴραις κυανεμβόλοις μαντεῖα καὶ σταδίους, οἰνάνθας γάνος ἀμπέλου, βότρυος ἕλικα παυσίπονον. (Aristophanes, Frogs, Lyric-Scene, lyric2)
(아리스토파네스, Frogs, Lyric-Scene, lyric2)
- ἐνθένδε οὐκέτι ὡσαύτως πρὸς ἡλίου δυομένου ἔπλωον, ἀλλὰ τὸ μεταξὺ δύσιός τε ἡλίου καὶ τῆς ἄρκτου μᾶλλόν τι αἱ πρῷραι αὐτοῖσιν ἐπεῖχον. (Arrian, Indica, chapter 32 3:1)
(아리아노스, Indica, chapter 32 3:1)
- καὶ τρεῖς ἡμέρας καθ ἑαυτὸν ἐν πρῴρᾳ διαιτηθείς, εἴθ ὑπ ὀργῆς, εἴτ αἰδούμενος ἐκείνην, Ταινάρῳ προσέσχεν. (Plutarch, Antony, chapter 67 4:2)
(플루타르코스, Antony, chapter 67 4:2)
- στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπους ὁδόν, οἰάκος εὐθυντῆρος ὑστάτου νεὼς ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. (Aeschylus, Suppliant Women, episode5)
(아이스킬로스, 탄원하는 여인들, episode5)
- ναῦν ἱππαγωγὸν κλημάτων τε ξηρῶν καὶ ἄλλης ὕλης εὐφλέκτου ἐμπλήσαντες δύο ἱστοὺς ἐπὶ τῇ πρώρᾳ καταπηγνύουσι καὶ ἐν κύκλῳ περιφράσσουσιν ἐς ὅσον μακρότατον ὡς φορυτόν τε ταύτῃ καὶ δᾷδας ὅσας πλείστας δέξασθαι: (Arrian, Anabasis, book 2, chapter 19 1:1)
(아리아노스, Anabasis, book 2, chapter 19 1:1)
- ὑμεῖς γάρ ἐστε νῦν τὸ δὴ λεγόμενον πρῷρα καὶ πρύμνα τῆς Ἑλλάδος, ὄλβιοι μὲν καὶ ἀφνειοὶ καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκ παλαιῶν χρόνων ὑπὸ τῶν ποιητῶν καὶ τῶν θεῶν ὀνομαζόμενοι, ὅτε καὶ τῶν ἄλλων τισὶν ὑπῆρχε καὶ πλουτεῖν καὶ δύνασθαι: (Dio, Chrysostom, Orationes, 67:1)
(디오, 크리소토모스, 연설 (2), 67:1)