- ᾧ μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν ἡ φύσις, ἀλλ αἵματι πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον ἢ γεννωμένῳ ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι καὶ ἀσπάσασθαι καὶ περιλαβεῖν ἢ τοῦ φύσει φιλοῦντος. (Plutarch, De amore prolis, section 3 6:4)
(플루타르코스, De amore prolis, section 3 6:4)
- "ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δ ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου, καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον ἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν: (Plutarch, De faciae quae in orbe lunae apparet, section 25)
(플루타르코스, De faciae quae in orbe lunae apparet, section 25)
- ταῦτα δὴ πράττοντας ἤδη τοὺς στρατιώτας Μάρκιος ἐν ὄψει τῶν πολεμίων ὄντων κατελάμβανε, καὶ τὸ μὲν πρῶτον ἐνίους διετάραξεν ὀφθεὶς μετ ὀλίγων, αἵματος περίπλεως καὶ ἱδρῶτος ἐπεὶ δὲ προσδραμὼν τῷ ὑπάτῳ περιχαρὴς τὴν δεξιὰν ἐνέβαλε καὶ τῆς πόλεως ἀπήγγειλε τὴν ἅλωσιν, ὁ δὲ Κομίνιος περιεπτύξατο αὐτὸν καὶ κατησπάσατο, τοῖς μὲν πυθομένοις τὸ γεγενημένον κατόρθωμα, τοῖς δ εἰκάσασι θάρσος παρέστη, καὶ βοῇ παρεκάλουν ἄγειν καὶ συνάπτειν. (Plutarch, Lives, chapter 9 3:1)
(플루타르코스, Lives, chapter 9 3:1)
- "ὁ ἐν Αἵδου, δεινῶν τινων ῥευμάτων καὶ πνεύματος ὁμοῦ καὶ πυρὸς συμπεφυρμένου καὶ νεκρῶν περίπλεως. (Plutarch, Septem sapientium convivium, chapter, section 163)
(플루타르코스, Septem sapientium convivium, chapter, section 163)
- ἤδη δὲ διαλάμποντος ἥ τε Ἀσπὶς ὅπλων περίπλεως πολεμίων ὀφθεῖσα τὸν Πύρρον διετάραξε, καὶ τῆς ἀγορᾶς ἐν πολλοῖς ἀναθήμασι κατιδὼν λύκον χαλκοῦν καὶ ταῦρον οἱο῀ν εἰς μάχην ἀλλήλοις συνιόντας ἐξεπλάγη, χρησμόν τινα πρὸς ἑαυτὸν ἀνενεγκὼν παλαιόν, ὡς ἀποθανεῖν αὐτῷ πεπρωμένον ὅταν λύκον ἴδῃ ταύρῳ μαχόμενον. (Plutarch, chapter 32 4:1)
(플루타르코스, chapter 32 4:1)