- 텍스트

Appian, The Civil Wars, book 5, chapter 11 2:

(아피아노스, The Civil Wars, book 5, chapter 11 2:)

Οὕτω μὲν ἑκάτεροι παρασκευῆς εἶχον, γενομένης δὲ τῆς νουμηνίας ἀνήγοντο πάντες ἅμα ἠοῖ, Λέπιδος μὲν ἐκ Λιβύης χιλίαις ὁλκάσι καὶ μακραῖς ἑβδομήκοντα καὶ τέλεσι στρατοῦ δυώδεκα καὶ ἱππεῦσι Νομάσι πεντακισχιλίοις καὶ ἑτέρᾳ παρασκευῇ πολλῇ, Ταῦρος δ ἐκ Τάραντος ταῖς Ἀντωνίου ναυσὶν ἐξ ἑκατὸν καὶ τριάκοντα δύο μόναις καὶ ἑκατόν, ἐπεὶ τῶν λοιπῶν οἱ ἐρέται χειμῶνος ἐτεθνήκεσαν, ὁ δὲ Καῖσαρ ἐκ Δικαιαρχείας, θύων ἅμα καὶ σπένδων ἀπὸ τῆς ναυαρχίδος νεὼς ἐς τὸ πέλαγος ἀνέμοις εὐδίοις καὶ Ἀσφαλείῳ Ποσειδῶνι καὶ ἀκύμονι θαλάσσῃ, συλλήπτορας αὑτῷ κατὰ ἐχθρῶν πατρῴων γενέσθαι.? πρόπλοι δ αὐτῷ τινες τοὺς μυχοὺς τῆς θαλάσσης διηρεύνων, καὶ Ἄππιος μετὰ πλήθους νεῶν ὀπισθοφυλακῶν εἵπετο. τρίτῃ δὲ τῆς ἀναγωγῆς ἡμέρᾳ νότος ἐμπεσὼν Λεπίδου μὲν ὁλκάδας ἀνέτρεψε πολλάς, ὡρμίσθη δὲ ὅμως ἐς Σικελίαν καί, Πλένιον ἐν Λιλυβαίῳ πολιορκῶν, τινὰς τῶν πόλεων ὑπήγετο καὶ ἑτέρας ἐβιάζετο: Ταῦρος δὲ ἀρχομένου τοῦ πνεύματος ἐς Τάραντα ἐπαλινδρόμει. Ἀππίου δ ἄρτι τὸ Ἀθηναῖον ἄκρον περιπλέοντος αἱ μὲν συνετρίβοντο τῶν νεῶν ἀμφὶ ταῖς πέτραις, αἱ δ ἐς τέλματα ἐξώκελλον ὑπὸ ῥύμης, αἱ δὲ καὶ διερρίφησαν οὐκ ἀσινεῖς. ὁ δὲ Καῖσαρ ἀρχομένου μὲν τοῦ χειμῶνος ἐς τὸν Ἐλεάτην κόλπον ἐρυμνὸν ὄντα συμπεφεύγει, χωρὶς ἑξήρους μιᾶς, ἣ περὶ τῇ ἄκρᾳ διελύθη: λιβὸς δὲ τὸν νότον μεταλαβόντος ὁ κόλπος ἐκυκᾶτο, ἐς τὴν ἑσπέραν ἀνεῳγμένος, καὶ οὔτε ἐκπλεῦσαι δυνατὸν ἦν ἔτι πρὸς ἐναντίον τοῦ κόλπου τὸ πνεῦμα, οὔτε κῶπαι κατεῖχον οὔτε ἄγκυραι, ἀλλ ἐς ἀλλήλας ἢ ἐς τὰς πέτρας ἐνηράσσοντο αἱ νῆες. καὶ νυκτὸς ἦν ἔτι τὸ δεινὸν ἀτοπώτερον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION