- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

πανημέριος?

First/Second declension Adjective; Transliteration: panēmerios

Principal Part: πανημέριος πανημέριη πανημέριον

Structure: πανημερι (Stem) + ος (Ending)

Sense

  1. all day long, all day long, in a whole day
  2. of the whole day

Examples

  • πρὸς ταῦτα ὁ Οὐλπιανός πως ἡδέως γελάσας ἀλλὰ μὴ βάυζε, εἶπεν, ὦ ἑταῖρε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς συνδείπνοις, μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρ Ἀργείοις ἐπιτελουμένης, χορτασθῆναι εἴρηται, ὦ δαιμόνιε ἀνδρῶν, παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως ι ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν. (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 561)
  • ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ, καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπί τέφραν βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν. (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 59 1:1)
  • "τοῦτο δὲ καὶ Ὅμηρος ἐπεσημήνατο ἐν οἷς λέγει οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν, μέλποντες Ἑκάεργον: (Pseudo-Plutarch, De musica, section 2 1:9)
  • ἔφη γοῦν οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν, μέλποντες ἑκάεργον: (Pseudo-Plutarch, De musica, section 42 3:1)
  • οἱ δ ἐνὶ γαίῃ χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται. (Apollodorus, Argonautica, book 2 10:30)
  • ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση, καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει, τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι τούς τε θέρει σπείρουσιν, ὅτ ὄμφακες αἰόλλονται, οἱᾶ Διώνυσος δῶκ ἀνδράσι χάρμα καὶ ἄχθος: (Hesiod, Shield of Heracles, Book Sh. 36:3)
  • Ὄλβιος, ὅστις ἐρῶν γυμνάζεται οἴκαδε <δ> ἐλθὼν εὕδει σὺν καλῷ παιδὶ πανημέριος. (Unknown, Elegy and Iambus, Volume I, , 1386-1389792)
  • ἀλλ ἄγε δεῦρο πέπον, παρ ἔμ ἵστασο καὶ ἴδε ἔργον, ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. (Homer, Iliad, Book 17 15:7)
  • ὃς δέ κ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. (Homer, Iliad, Book 19 12:7)

Synonyms

  1. all day long

  2. of the whole day

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION