호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεΐ τ ἀόρί τε μεγάλοισί τε χερμαδίοισιν, ὄφρά οἱ αἷμ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.? αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ αἷμα, ὀξεῖαι δ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ὡς δ ὅτ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, ὣς ὀξεῖ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ἐς δίφρον δ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν: ἤχθετο γὰρ κῆρ. ἠΰσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς: ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς εἰάσε Τρώεσσι πανημέριον πολεμίζειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기