호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὸς γὰρ Ὅμηρος οὐχ οὕτω νομίζων δείκνυσιν. καὶ μὴν εἴ γε πατὴρ ἀνδρῶν τε θεῶν τέ ἐστιν ὁ Ζεὺς, καὶ ποταμῶν ἂν εἰή καὶ τῶν γιγνομένων ἐν τῷδε τῷ παντὶ, πρέπων γ ἐστὶ καὶ Νείλου κεκλῆσθαι πατὴρ οὐχ ἧττον ἢ Ξάνθου τοῦ Τρωικοῦ. οὕτω μὲν δὴ καὶ Νεῖλον φήσαιμ ἂν ὅπερ εἶπον, εἶναι Διὸς ἔργον τε καὶ παῖδα. εἰ δ ὡς περὶ Σκαμάνδρου καὶ τούτου ἢ Ὅμηρος ἤ τις ἄλλος ποιήσεται τοὺς λόγους, ἢ Σιμοῦντος, ἢ Γρανίκου, συγγνώμην ἂν ἡμῖν ἔχοι, εἰ μᾶλλον ἂν αὐτὸν φαῖμεν τῶν ἐν Τροίᾳ γιγνώσκειν ἢ τῶν κατ Αἴγυπτον: ἐπεὶ καὶ Φάρον ἐν τοῖς ἔπεσιν εἴρηκεν Ὅμηρος διαρρήδην ἡμερήσιον πλοῦν ἀπέχειν Αἰγύπτου, καὶ ὥσπερ οὐκ ἀρκοῦν, ἀλλὰ προσεπισφραγιζόμενος τὸ τῆς ἐξουσίας προσέθηκεν, Ηἷ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, τῇ νηὶ δὴ λέγων τῇ πλεούσῃ. καίτοι τῆς μὲν ἠπείρου ἀπέχει Φάρος ἑπτὰ μάλιστα σταδίους, αὐτὴ δ ἐστὶν ὡσπερεὶ μεθόριον Λιβύων καὶ Αἰγυπτίων. εἰ δὲ τοσοῦτον ναῦς πανημερία θεῖ, καὶ εἰ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, ἐγὼ μὲν οὐκ ἔχω πιστεῦσαι: καίτοι φασί τινες τῶν ὑπὲρ τῶν ἄλλων ῥᾳδίως ἀπολογουμένων ὅτι ἀπεῖχεν, ὡς ἐοίκεν, ἡ Φάρος τότε τῆς Αἰγύπτου πολὺ, νῦν δ ὁ ποταμὸς συντέτμηκε προσχῶν ἀεί. καὶ τοῦτ οὖν ἔχει νῦν οὕτω κἀκεῖνα, φασὶν, ὀρθῶς Ὅμηρος εἴρηκε. τούτοις δὲ ἤδη σαφῶς Ὅμηρος αὐτὸς ἀντιλέγει. πῶς· ὅτι οἶδε καὶ αὐτός που τὸν Μενελάου σὺν Ἑλένῃ πλοῦν εἰς Αἴγυπτον. ὁ τοίνυν Κάνωβος ὄνομά ἐστι Μενελάου κυβερνήτου, ὡς Ἑκαταῖός τε δή φησιν ὁ λογοποιὸς καὶ τὸ κοινὸν τῆς φήμης, οὗ τελευτήσαντος περὶ τὸν τόπον τοῦτον λείπεται τοὔνομα, ταυτὶ φημὶ, ὡς Ἕλληνες λέγουσιν, ἐπεὶ ἔγωγε ἤκουσα ἐν αὐτῷ Κανώβῳ τῶν ἱερέων οὐ τοῦ φαυλοτάτου ὅτι μυρίοις ἔτεσι πρότερον ἢ Μενέλαον ἐκεῖσε προσχεῖν τὸ χωρίον οὕτως ὠνομάζετο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기