πάμφορος?
First/Second declension Adjective;
자동번역
Transliteration: pamphoros
Principal Part:
πάμφορος
πάμφορον
Structure:
παμφορ
(Stem)
+
ος
(Ending)
Sense
- all-bearing, all-productive
- bearing all things with it, mixed
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ὁρᾶτε, ὦ Ἑρμῆ καὶ Φιλοσοφία, δύο μὲν ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων Αἷμός ἐστιν τὸ μεῖζον, ἡ καταντικρὺ δὲ Ῥοδόπη πεδίον δ ὑποπεπταμένον πάμφορον, ἀπὸ τῶν προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον, καί τινας λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας, οὐκ ἀμόρφους τὴν τραχύτητα, οἱο῀ν ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως. (Lucian, Fugitivi, (no name) 25:1)
- ἦρχον μὲν οὐκ ὀλίγης χώρας, ὦ Μίκυλλε, παμφόρου τινὸς καὶ πλήθει ἀνθρώπων καὶ κάλλει πόλεων ἐν ταῖς μάλιστα θαυμάζεσθαι ἀξίας ποταμοῖς τε ναυσιπόροις καταρρεομένης καὶ θαλάττῃ εὐόρμῳ χρωμένης, καὶ στρατιὰ ἦν πολλὴ καὶ ἵππος συγκεκροτημένη καὶ δορυφορικὸν οὐκ ὀλίγον καὶ τριήρεις καὶ χρημάτων πλῆθος ἀνάριθμον καὶ χρυσὸς πάμπολυς καὶ ἡ ἄλλη τῆς ἀρχῆς τραγῳδία πᾶσα ἐς ὑπερβολὴν ἐξωγκωμένη, ὥστε ὁπότε προϊοίμι, οἱ μὲν πολλοὶ προσεκύνουν καὶ θεόν τινα ὁρᾶν ᾤοντο καὶ ἄλλοι ἐπ ἄλλοις συνέθεον ὀψόμενοί με, οἱ δὲ καὶ ἐπὶ τὰ τέγη ἀνιόντες ἐν μεγάλῳ ἐτίθεντο ἀκριβῶς ἑωρακέναι τὸ ζεῦγος, τὴν ἐφεστρίδα, τὸ διάδημα, τοὺς προπομπεύοντας, τοὺς ἑπομένους. (Lucian, Gallus, (no name) 24:6)
- δαψιλέα δὲ ἤδη καὶ πάμφορα τὰ ταύτῃ ἦν, πλὴν ἐλαῖαι οὐκ ἐπεφύκεσαν. (Arrian, Indica, chapter 33 2:3)
- ἀλλὰ ἡ Κυρήνη γὰρ τῆς Λιβύης ἐν τοῖσι ἐρημοτέροισι πεπολισμένη ποιώδης τέ ἐστι καὶ εὐύδρος καὶ καρπῶν παντοίων καὶ κτηνέων πάμφορος ἔστε ἐπὶ τοῦ σιλφίου τὰς ἐκφύσιας: (Arrian, Indica, chapter 43 13:1)
- καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. (Dionysius of Halicarnassus, De Demosthene, chapter 323)
- οὐδὲν οὖν ἔχει πλείονα ἐπίδοσιν ἢ χῶρος ἐξ ἀργοῦ πάμφορος γιγνόμενος. (Xenophon, Works on Socrates, , chapter 20 24:3)
- πότερα πάμφορος ἢ καί τινων ἐπιδεής· (Plato, Laws, book 4 4:3)
- εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος ἀλλ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός τε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη: (Plato, Laws, book 4 5:4)
- παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται, τραχεῖα δὲ οὖσα δῆλον ὡς οὐκ ἂν πολύφορός τε εἰή καὶ πάμφορος ἅμα: (Plato, Laws, book 4 7:3)
Synonyms
-
all-bearing
-
bearing all things with it