- ἑτέρα δέ τις ἐπὶ τὴν ἐκείνης παρελθοῦσα τάξιν, ἀφόρητος ἀναιδείᾳ θεατρικῇ καὶ ἀνάγωγος καὶ οὔτε φιλοσοφίας οὔτε ἄλλου παιδεύματος οὐδενὸς μετειληφυῖα ἐλευθερίου, λαθοῦσα καὶ παρακρουσαμένη τὴν τῶν ὄχλων ἄγνοιαν, οὐ μόνον ἐν εὐπορίᾳ καὶ τρυφῇ καὶ μορφῇ πλείονι τῆς ἑτέρας διῆγεν, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς προστασίας τῶν πόλεων, ἃς ἔδει τὴν φιλόσοφον ἔχειν, εἰς ἑαυτὴν ἀνηρτήσατο καὶ ἦν φορτική τις πάνυ καὶ ὀχληρὰ καὶ τελευτῶσα παραπλησίαν ἐποίησε γενέσθαι τὴν Ἑλλάδα ταῖς τῶν ἀσώτων καὶ κακοδαιμόνων οἰκίαις. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 1 1:1)
(디오니시오스, De antiquis oratoribus, chapter 1 1:1)
- τὸ δὲ τῆς ἰατρικῆς ὅσῳ σεμνότερόν ἐστιν καὶ τῷ βίῳ χρησιμώτερον, τοσούτῳ καὶ ἐλευθεριώτερον εἶναι προσήκει τοῖς χρωμένοις, καί τινα προνομίαν ἔχειν τὴν τέχνην δίκαιον τῇ ἐξουσίᾳ τῆς χρήσεως, ἀναγκάζεσθαι δὲ μηδὲν μηδὲ προστάττεσθαι πρᾶγμα ἱερὸν καὶ θεῶν παίδευμα καὶ ἀνθρώπων σοφῶν ἐπιτήδευμα, μηδ ὑπὸ δουλείαν γενέσθαι νόμου μηδ ὑπὸ ψῆφον ^ καὶ τιμωρίαν δικαστηρίου, μηδὲ ὑπὸ φόβον ^ καὶ πατρὸς ἀπειλὴν καὶ ὀργὴν ἰδιωτικήν. (Lucian, Abdicatus, (no name) 23:1)
(루키아노스, Abdicatus, (no name) 23:1)
- εἰ δέ τις τοιαύτης ἔλαχε πατρίδος, ὡς ἑτέρας δεηθῆναι πρὸς τὴν τῶν μειζόνων παιδείαν, ἀλλ οὖν ἐχέτω καὶ τούτων τῶν παιδευμάτων τῇ πατρίδι τὴν χάριν οὐ γὰρ ἂν ἐγνώρισεν οὐδὲ πόλεως ὄνομα μὴ διὰ τὴν πατρίδα πόλιν εἶναι μαθών. (Lucian, Patriae Encomium, (no name) 6:2)
(루키아노스, Patriae Encomium, (no name) 6:2)
- πάντα δέ, οἶμαι, παιδεύματα καὶ μαθήματα συλλέγουσιν ἄνθρωποι χρησιμωτέρους αὑτοὺς ἀπὸ τούτων ταῖς πατρίσι παρασκευάζοντες: (Lucian, Patriae Encomium, (no name) 7:1)
(루키아노스, Patriae Encomium, (no name) 7:1)
- πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις ἐκείνων παιδεύματα εἶναι. (Lucian, Juppiter confuatus, (no name) 9:8)
(루키아노스, Juppiter confuatus, (no name) 9:8)
- τοιοῦτόν τι ἄκουσμά ἐστι, Τερψιχόρης τινὸς ἢ Μελπομένης ἢ Καλλιόπης αὐτῆς παίδευμα, μυρία τὰ θέλγητρα καὶ παντοῖα ἐν ἑαυτῷ ἔχον. (Lucian, Imagines, (no name) 14:5)
(루키아노스, Imagines, (no name) 14:5)
- σύ τ, ὦ παρασπίστ, ἀνδρὸς εὐσεβεστάτου παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς δέχου: (Euripides, episode3)
(에우리피데스, episode3)
- ^ καὶ ἅ γε μετ ἀλλήλων ἢ ὑπὲρ ἀλλήλων ἔπαθον ἀναγράψαντες οἱ πρόγονοι ἡμῶν ἐπὶ στήλης χαλκῆς ἀνέθεσαν εἰς τὸ Ὀρέστειον, καὶ νόμον ἐποιήσαντο πρῶτον τοῦτο μάθημα καὶ παίδευμα τοῖς παισὶ τοῖς σφετέροις εἶναι τὴν στήλην ταύτην καὶ τὰ ἐπ αὐτῆς γεγραμμένα διαμνημονεῦσαι. (Lucian, Toxaris vel amicitia, (no name) 5:3)
(루키아노스, Toxaris vel amicitia, (no name) 5:3)
- οὐδὲ γὰρ τὴν ἀπὸ τῆς ἀγνοίας ὑποτίμησιν κατέλιπεν, ἀλλὰ καὶ κάλλιστον καὶ ἀναγκαιότατον ἀπέδειξε παίδευμα τὸν νόμον, οὐκ εἰσάπαξ ἀκροασομένοις οὐδὲ δὶς ἢ πολλάκις, ἀλλ ἑκάστης ἑβδομάδος τῶν ἄλλων ἔργων ἀφεμένους ἐπὶ τὴν ἀκρόασιν ἐκέλευσε τοῦ νόμου συλλέγεσθαι καὶ τοῦτον ἀκριβῶς ἐκμανθάνειν: (Flavius Josephus, Contra Apionem, 127:1)
(플라비우스 요세푸스, Contra Apionem, 127:1)