호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί οὖν ἃ μὴ κεῖνος ἐμνήσθη, ταῦτ αὐτὸς κακῶς ὑφαρπάζεις, καὶ τὰ μὴ δοκοῦντα τοῖς νόμοις ὡς νόμοις δοκοῦντα λέγεις, ὁμοῦ μὲν τούτους ἐντεῦθεν συκοφαντῶν, ὁμοῦ δὲ καὶ ἡμᾶς ἐλέγχων μηδὲν ἕνεκα νόμων ἐπισταμένους· εἰ δὲ τοῦτο λέγεις, ὡς ἐν τῷ δωρεὰς εἰρηκέναι συμπεριειλήφει καὶ ταύτην: δῶρον γὰρ δή που καὶ τοῦτο: ἐκεῖνο πάντως ἐροῦμεν, ὡς οὐχ ὃ τοὺς μὲν εἰληφότας ἰδίᾳ σεμνύνει, τῷ δὲ παρασχόντι κοινῇ λυμαίνεται δήμῳ, τοῦθ ὡς ἀληθῶς δωρεὰ, ἀλλ ὃ καὶ τούτοις κἀκείνοις πρὸς κέρδους ἐστίν: ὡς ἐκεῖνό γε δωρεὰ μὲν τοῖς λαβοῦσι, πρὸς δὲ τὴν πόλιν ζημία. ταύτην δῆτα καὶ πάντες οἱ νόμοι φασὶ δωρεὰν, καὶ ὅπως μηδεὶς ἐκπεσεῖται ταύτης ἐφρόντισαν, ἅτε κοινοὶ παιδευταὶ καὶ κηδεμόνες τῶν ἡμῖν προσηκόντων: ἀτέλεια δὲ εἰ μὲν τῇ πόλει ξυμφέρει, δωρεὰ προσειρήσθω καὶ τῶν ἐχόντων ἀναφαίρετος ἔστω: εἰ δὲ λυμαίνεται καὶ διαφθείρει καὶ πάντα ποιεῖ, τί παραλογισμοῖς τισι κεχρημένος ὥσπερ παρέγγραπτόν τινα καὶ ὑποβολιμαίαν φιλονεικεῖς ταύτην εἰσποιῆσαι τοῖς νόμοις· ὁρᾷς ὅπως διὰ σαυτοῦ τὸ ξίφος ἐπὶ τοὺς ἄλλους ὠθεῖς καὶ παίειν ἑτέρους δοκῶν αὐτὸς ὑφίστασαι τὰς πληγὰς, ὑπὸ τοῦ θρασυτάτου τῆς γνώμης καὶ τοῦ φιλονεικεῖν ἔχειν ἀσχέτως μὴ ὅ τι τοῖς σοῖς λόγοις παρὰ τῶν ἄλλων ἀπαντήσεται ξυνιείς· ὁποῖον δὴ κἀκεῖνο, καὶ ταῦτά φασι γυμνασίου. οὐ γὰρ ἀνέχεται Δημοσθένης, ὡς ἐοίκεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἑνί γέ τῳ καὶ δυοῖν δόξαι κακὸς, ἀλλ ἐκ περιουσίας τοῦτο ὢν ἐληλέγχθαι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οἷς κατὰ Λεπτίνου χρησάμενος ἔγνω πᾶσαν μὲν αἰτίαν ἐπενεγκὼν, ἐκ δ ἄρα πασῶν ταῖς ἀληθείαις ἀποκρουσθεὶς, ὁ δὲ καὶ παρανόμων ἀξιοῖ τοῦτον γεγράφθαι, ἐφ ᾧ καὶ αὐτὸς νῦν μᾶλλον ἢ πρόσθεν τἀληθοῦς καταψευδόμενος ἔσται. τί γάρ φησι· "χρὴ τοίνυν Λεπτίνην μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τὸν παλαιὸν τοῦτον ἔλυσε γραψάμενος: "νῦν δὲ μαρτυρίαν καθ ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον ὅμως ἐνομοθέτει, καὶ ταῦτα ἑτέρου κελεύοντος νόμου καὶ κατ αὐτὸ τοῦτο ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기