- 텍스트

Plato, Cratylus, Theaetetus, Sophist, Statesman, Σοφιστής? 91:

(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Σοφιστής 91:)

οὔκουν τό γε εἰκός. ἔστω δὴ διακριτικῆς τέχνης καθαρτική, καθαρτικῆς δὲ τὸ περὶ ψυχὴν μέρος ἀφωρίσθω, τούτου δὲ διδασκαλική, διδασκαλικῆς δὲ παιδευτική: τῆς δὲ παιδευτικῆς ὁ περὶ τὴν μάταιον δοξοσοφίαν γιγνόμενος ἔλεγχος ἐν τῷ νῦν λόγῳ παραφανέντι μηδὲν ἄλλ ἡμῖν εἶναι λεγέσθω πλὴν ἡ γένει γενναία σοφιστική. λεγέσθω μέν: ἀπορῶ δὲ ἔγωγε ἤδη διὰ τὸ πολλὰ πεφάνθαι, τί χρή ποτε ὡς ἀληθῆ λέγοντα καὶ διισχυριζόμενον εἰπεῖν ὄντως εἶναι τὸν σοφιστήν. εἰκότως γε σὺ ἀπορῶν. ἀλλά τοι κἀκεῖνον ἡγεῖσθαι χρὴ νῦν ἤδη σφόδρα ἀπορεῖν ὅπῃ ποτὲ ἔτι διαδύσεται τὸν λόγον:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION